[1126] Plutarchus de comm. not. cp. 32 p. 1075e. καὶ μὴν αὐτοί γε πρὸς τὸν Ἐπίκουρον οὐδὲν ἀπολείπουσι τῶν γραμμάτων 'ἰού ἰού φεῦ φεῦ' βοῶντες, ὡς συγχέοντα τὴν τῶν θῶν πρόληψιν, ἀναιρουμένης τῆς προνοίας. οὐ γὰρ ἀθάνατον καὶ μακάριον μόνον, ἀλλὰ καὶ φιλάνθρωπον καὶ κηδεμονικὸν καὶ ὠφέλιμον προλαμβάνεσθαι καὶ νοεῖσθαι τὸν θεόν.