Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 1125

[1125] Plutarchus de Stoic. repugn. cp. 33 p. 1049e. Καίτοι λέγει γ’ αὐτὸς ἐν τῷ περὶ τοῦ Δικάζειν, καὶ πάλιν ἐν τῷ δευτέρῳ περὶ Θεῶν, ὡς “τῶν αἰσχρῶν τὸ θεῖον παραίτιον γίνεσθαι οὐκ εὔλογόν ἐστιν· ὃν τρόπον γὰρ οὔτε νόμος τοῦ παρανομεῖν παραίτιος γένοιτο ἄν, οὔτε οἱ θεοὶ τοῦ ἀσεβεῖν· οὕτως εὔλογον, μηδ’ αἰσχροῦ μηδενὸς εἶναι παραιτίους.” Ἀλλὰ νὴ Δία, φήσει τις, ἐπαινεῖν πάλιν τοῦ Εὐριπίδου λέγοντος Εἰ θεοί τι δρῶσιν αἰσχρὸν οὐκ εἰσὶν θεοί. (Nauck fr. trag. p. 447) καὶ τὸ ῥᾷστον εἶπας αἰτιάσασθαι θεούς. (ibidem p. 434).