[107] Sextus adv. math. VII 35. πάρεστι μέντοι καὶ τὸ λογικὸν τοῦτο (scil. κριτήριον) ὑποδιαιρεῖσθαι, λέγοντας τὸ μέν τι εἶναι κριτήριον ὡς ὑφ’ οὗ, τὸ δὲ ὡς δι’ οὗ, τὸ δὲ ὡς προσβολὴ καὶ σχέσις. ὑφ’ οὗ μὲν ὡς ἄνθρωπος, δι’ οὗ δὲ ὡς αἴσθησις, τὸ δὲ τρίτον ὡς ἡ προσβολὴ τῆς φαντασίας. 37. καὶ ἔοικε τῷ μὲν ζυγοστάτῃ ἢ τέκτονι ὁ ἄνθρωπος, ὑφ’ οὗ γίνεται ἡ κρίσις, τῷ δὲ ζυγῷ καὶ κανόνι ἡ αἴσθησις καὶ ἡ διάνοια, δι’ ἧς γίνεται τὰ τῆς κρίσεως, τῇ δὲ σχέσει τῶν προειρημένων ὀργάνων ἡ προσβολὴ τῆς φαντασίας, καθ’ ἣν ὁ ἄνθρωπος ἐπιβάλλεται κρίνειν.