[1068] Plutarchus de Stoic. repugn. cp. 39 p. 1052b. Καὶ μὴν ἐν τῷ τρίτῳ περὶ θεῶν ὁ Χρύσιππος περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε λέγει· “Τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται παραπλησίως, συνεχόμενοι δι’ αὐτήν· ὁ δὲ Ζεὺς καὶ ὁ κόσμος καθ’ ἕτερον τρόπον * ἀναλισκομένων καὶ ἐκ πυρὸς γινομένων.”