Capítulo 7
[7.7.35] Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν [αὐτὸν καὶ] λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι᾿ αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡμέραις, ὥσπερ ἄλλοι τινές, ἀλλὰ συνεχῶς τὸν ὅλον βίον τοῦτο πράττοντες καὶ κατὰ πάντα τρόπον. ἀμέλει »τὸ γένος τὸ ἐκλεκτὸν« »ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι« φησί, κατ᾿ ἐντολὴν δικαιούμενον. ὅθεν οὔτε ὡρισμένον τόπον * οὔτε ἐξαίρετον ἱερὸν οὐδὲ μὴν ἑορτάς τινας καὶ ἡμέρας ἀποτεταγμένας, ἀλλὰ τὸν πάντα βίον ὁ γνωστικὸς ἐν παντὶ τόπῳ, κἂν καθ᾿ ἑαυτὸν μόνος ὢν τυγχάνῃ καὶ ὅπου τινὰς ἂν τῶν ὁμοίως πεπιστευκότων ἔχῃ, τιμᾷ τὸν θεόν, τουτέστιν χάριν ὁμολογεῖ τῆς γνώσεως καὶ τῆς πολιτείας. εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ᾿ ἕκαστα κρείττων εἴη εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν διάθεσιν; τοιοῦτος ὁ πάντῃ παρεῖναι τὸν θεὸν πεπεισμένος, οὐχὶ δὲ ἐν τόποις τισὶν ὡρισμένοις κατακεκλεισμένον ὑπολαβών, ἵνα δὴ χωρὶς αὐτοῦ ποτε οἰηθεὶς εἶναι καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἀκολασταίνῃ. πάντα τοίνυν τὸν βίον ἑορτὴν ἄγοντες, πάντῃ πάντοθεν παρεῖναι τὸν θεὸν πεπεισμένοι, γεωργοῦμεν αἰνοῦντες, πλέομεν ὑμνοῦντες. κατὰ τὴν ἄλλην πολιτείαν ἐντέχνως ἀναστρεφόμεθα. προσεχέστερον δὲ ὁ γνωστικὸς οἰκειοῦται θεῷ σεμνὸς ὢν ἅμα καὶ ἱλαρὸς ἐν πᾶσι. σεμνὸς μὲν διὰ τὴν ἐπὶ τὸ θεῖον ἐπιστροφήν. ἱλαρὸς δὲ διὰ τὸν ἐπιλογισμὸν τῶν ἀνθρωπείων ἀγαθῶν ὧν ἔδωκεν ἡμῖν ὁ θεός.
Φαίνεται δὲ τὸ ἔξοχον τῆς γνώσεως ὁ προφήτης ὧδε παριστάς·
[7.7.36] »χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με·« κατ᾿ ἐπανάβασιν αὐξήσας τὸ ἡγεμονικὸν τῆς τελειότητος. οὗτος ἄρα ὄντως ὁ βασιλικὸς ἄνθρωπος, οὗτος ἱερεὺς ὅσιος τοῦ θεοῦ. ὅπερ ἔτι καὶ νῦν παρὰ τοῖς λογιωτάτοις τῶν βαρβάρων σῴζεται τὸ ἱερατικὸν γένος εἰς βασιλείαν προσαγόντων. οὗτος οὖν οὐδαμῇ μὲν ἑαυτὸν εἰς ὀχλοκρασίαν τὴν τῶν θεάτρων δεσπότιν ἐνδίδωσιν. τὰ λεγόμενα δὲ καὶ πραττόμενα καὶ ὁρώμενα ἡδονῆς ἀσώτου χάριν οὐδὲ ὄναρ προσίεται· οὔτ᾿ οὖν ταύτας τὰς ἡδονὰς τῆς θέας οὔτε τὰς διὰ τῶν ἄλλων ἀπολαυσμάτων ποικιλίας, οἷον θυμιαμάτων πολυτέλειαν τὴν ὄσφρησιν γοητεύουσαν ἢ βρωμάτων συγκαττύσεις καὶ τὰς ἐξ οἴνων διαφόρων ἀπολαύσεις δελεαζούσας τὴν γεῦσιν, οὐδὲ τὰς πολυανθεῖς καὶ εὐώδεις πλοκὰς ἐκθηλυνούσας δι᾿ αἰσθήσεως τὴν ψυχήν· πάντων δὲ τὴν σεμνὴν ἀπόλαυσιν ἐπὶ τὸν θεὸν ἀναγαγὼν ἀεὶ καὶ τῆς βρώσεως καὶ τοῦ πόματος καὶ τοῦ χρίσματος τῷ δοτῆρι τῶν ὅλων ἀπάρχεται, χάριν ὁμολογῶν καὶ [διὰ] τῆς δωρεᾶς καὶ τῆς χρήσεως διὰ λόγου τοῦ δοθέντος αὐτῷ. σπανίως εἰς τὰς ἑστιάσεις τὰς συμποτικὰς ἀπαντῶν. πλὴν εἰ μὴ τὸ φιλικὸν καὶ ὁμονοητικὸν ἐπαγγελλόμενον αὐτῷ τὸ συμπόσιον ἀφικέσθαι προτρέψαι. πέπεισται γὰρ εἰδέναι πάντα τὸν θεὸν καὶ ἐπαΐειν, οὐχ ὅτι τῆς φωνῆς μόνον, ἀλλὰ καὶ τῆς ἐννοίας, ἐπεὶ καὶ ἡ ἀκοὴ ἐν ἡμῖν, διὰ σωματικῶν πόρων ἐνεργουμένη, οὐ διὰ τῆς σωματικῆς δυνάμεως ἔχει τὴν ἀντίληψιν, ἀλλὰ διά τινος ψυχικῆς αἰσθήσεως καὶ τῆς διακριτικῆς τῶν σημαινουσῶν τι φωνῶν νοήσεως.
[7.7.37] Οὔκουν ἀνθρωποειδὴς ὁ θεὸς τοῦδ᾿ ἕνεκα, [καὶ] ἵνα ἀκούσῃ, οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ, καθάπερ ἤρεσεν τοῖς Στωικοῖς, μάλιστα ἀκοῆς καὶ ὄψεως, μὴ γὰρ δύνασθαί ποτε ἑτέρως ἀντιλαβέσθαι· ἀλλὰ καὶ τὸ εὐπαθὲς τοῦ ἀέρος καὶ ἡ ὀξυτάτη συναίσθησις τῶν ἀγγέλων ἥ τε τοῦ συνειδότος ἐπαφωμένη τῆς ψυχῆς δύναμις δυνάμει τινὶ ἀρρήτῳ καὶ ἄνευ τῆς αἰσθητῆς ἀκοῆς ἅμα νοήματι πάντα γινώσκει· κἂν μὴ τὴν φωνήν τις ἐξικνεῖσθαι πρὸς τὸν θεὸν λέγῃ κάτω περὶ τὸν ἀέρα κυλινδουμένην, ἀλλὰ τὰ νοήματα τῶν ἁγίων τέμνει οὐ μόνον τὸν ἀέρα, ἀλλὰ καὶ τὸν ὅλον κόσμον. φθάνει δὲ ἡ θεία δύναμις, καθάπερ φῶς, ὅλην διιδεῖν τὴν ψυχήν. τί δ᾿; οὐχὶ καὶ αἱ προαιρέσεις φθάνουσι πρὸς τὸν θεὸν προϊεῖσαι τὴν φωνὴν τὴν ἑαυτῶν; οὐχὶ δὲ καὶ ὑπὸ τῆς συνειδήσεως πορθμεύονται; τίνα καὶ φωνὴν ἀναμείναι ⟨ἂν⟩ ὁ κατὰ πρόθεσιν τὸν ἐκλεκτὸν καὶ πρὸ τῆς γενέσεως τό ⟨τε⟩ ἐσόμενον ὡς ἤδη ὑπάρχον ἐγνωκώς; ἢ οὐχὶ πάντῃ εἰς τὸ βάθος τῆς ψυχῆς ἁπάσης τὸ φῶς τῆς δυνάμεως ἐκλάμπει, »τὰ ταμιεῖα ἐρευνῶντος«, ᾗ φησιν ἡ γραφή. »τοῦ λύχνου« τῆς δυνάμεως; ὅλος ⟨γὰρ⟩ ἀκοὴ καὶ ὅλος ὀφθαλμός, ἵνα τις τούτοις χρήσηται τοῖς ὀνόμασιν, ὁ θεός.
[7.7.38] Καθόλου τοίνυν οὐδεμίαν σῴζει θεοσέβειαν οὔτε ἐν ὕμνοις οὔτε ἐν λόγοις, ἀλλ᾿ οὐδὲ ἐν γραφαῖς ἢ δόγμασιν ἡ μὴ πρέπουσα περὶ τοῦ θεοῦ ὑπόληψις, ἀλλ᾿ εἰς ταπεινὰς καὶ ἀσχήμονας ἐκτρεπομένη ἐννοίας τε καὶ ὑπονοίας. ὅθεν ἡ τῶν πολλῶν εὐφημία δυσφημίας οὐδὲν διαφέρει διὰ τὴν τῆς ἀληθείας ἄγνοιαν. ὧν μὲν οὖν αἱ ὀρέξεις εἰσὶ καὶ ἐπιθυμίαι καὶ ὅλως εἰπεῖν αἱ ὁρμαί, τούτων εἰσὶ καὶ αἱ εὐχαί. διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν τὸ ποτόν, οὐδὲ μὴν κληρονομίας, ἀλλὰ τοῦ κληρονομῆσαι, οὑτωσὶ δὲ οὐδὲ γνώσεως. ἀλλὰ τοῦ γνῶναι· οὐδὲ γὰρ πολιτείας ὀρθῆς, ἀλλὰ τοῦ πολιτεύεσθαι. τούτων οὖν αἱ εὐχαὶ ὧν καὶ αἰτήσεις, καὶ τούτων αἱ αἰτήσεις ὧν καὶ ἐπιθυμίαι. τὸ δὲ εὔχεσθαι καὶ ὀρέγεσθαι καταλλήλως γίνεται εἰς τὸ ἔχειν τὰ ἀγαθὰ καὶ τὰ παρακείμενα ὠφελήματα τῇ κτήσει. ⟨ἀεὶ⟩ τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ ἀγαθόν.
[7.7.39] διὸ καὶ τούτοις μάλιστα προσήκει εὔχεσθαι τοῖς εἰδόσι τε τὸ θεῖον ὡς χρὴ καὶ τὴν πρόσφορον ἀρετὴν ἔχουσιν αὐτῷ, οἳ ἴσασι τίνα τὰ ὄντως ἀγαθὰ καὶ τίνα αἰτητέον καὶ πότε καὶ πῶς ἕκαστα. ἐσχάτη δὲ ἀμαθία παρὰ τῶν μὴ θεῶν ὡς θεῶν αἰτεῖσθαι ἢ τὰ μὴ συμφέροντα αἰτεῖσθαι, φαντασίᾳ ἀγαθῶν κακὰ αἰτουμένους σφίσιν. ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ᾿ αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ ἄγγελοι. ἀλλ᾿ οὐχ ὁμοίως. οὐ γάρ ἐστι ταὐτὸν αἰτεῖσθαι παραμεῖναι τὴν δόσιν ἢ τὴν ἀρχὴν σπουδάζειν λαβεῖν. καὶ ἡ ἀποτροπὴ δὲ τῶν κακῶν εἶδος εὐχῆς. ἀλλ᾿ οὐκ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ τῇ τοιᾷδε συγχρηστέον εὐχῇ ποτε, πλὴν εἰ μὴ τὴν ἐπιστροφὴν τῆς δικαιοσύνης τεχναζόμενος τοῖς [δ᾿] »ἀπηλγηκόσιν« ὁ γνωστικὸς οἰκονομοίη τὴν αἴτησιν. ἔστιν οὖν. ὡς εἰπεῖν τολμηρότερον, ὁμιλία πρὸς τὸν θεὸν ἡ εὐχή· κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγῆς προσλαλῶμεν, ἔνδοθεν κεκράγαμεν· πᾶσαν γὰρ τὴν ἐνδιάθετον ὁμιλίαν ὁ θεὸς ἀδιαλείπτως ἐπαΐει.
[7.7.40] Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι »τὴν ψυχὴν ἐπτερωμένην« τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ »τὰ ἅγια« χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ. ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ. εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ᾿ οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι᾿ εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν ἀπειληφὼς τοῦ κατὰ ἀγάπην δρωμένου. ἀλλὰ καὶ τὰς τῶν ὡρῶν διανομὰς τριχῇ διεσταμένας καὶ ταῖς ἴσαις εὐχαῖς τετιμημένας ἴσασιν οἱ γνωρίζοντες τὴν μακαρίαν τῶν ἁγίων τριάδα μονῶν.
[7.7.41] Ἐνταῦθα γενόμενος ὑπεμνήσθην τῶν περὶ τοῦ μὴ δεῖν εὔχεσθαι πρός τινων ἑτεροδόξων, τουτέστιν τῶν ἀμφὶ τὴν Προδίκου αἵρεσιν, παρεισαγομένων δογμάτων. ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν ὑπὸ τῶν Κυρηναϊκῶν λεγομένων φιλοσόφων· ἀντιρρήσεως δ᾿ ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον, δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι. ὥσπερ γὰρ πᾶν ὃ βούλεται, δύναται ὁ θεός, οὕτως »πᾶν ὃ ἂν [ὁ] αἰτήσῃ«, ὁ γνωστικὸς »λαμβάνει«. καθόλου γὰρ ὁ θεὸς οἶδεν τούς τε ἀξίους τῶν ἀγαθῶν καὶ μή· ὅθεν τὰ προσήκοντα ἑκάστοις δίδωσιν. διὸ πολλάκις μὲν αἰτήσασιν ἀναξίοις οὐκ ἂν δοίη, δοίη δὲ ἀξίοις δηλονότι ὑπάρχουσιν. οὐ μὴν παρέλκει ἡ αἴτησις, κἂν χωρὶς ἀξιώσεως διδῶται τὰ ἀγαθά. αὐτίκα ἥ τε εὐχαριστία ἥ τε τῶν πέλας εἰς ἐπιστροφὴν αἴτησις ἔργον ἐστὶ τοῦ γνωστικοῦ. ᾗ καὶ ὁ κύριος ηὔχετο, εὐχαριστῶν μὲν ἐφ᾿ οἷς ἐτελείωσεν τὴν διακονίαν, εὐχόμενος δὲ ὡς πλείστους ὅσους ἐν ἐπιγνώσει γενέσθαι, ἵν᾿ ἐν τοῖς σῳζομένοις διὰ τῆς σωτηρίας κατ᾿ ἐπίγνωσιν ὁ θεὸς δοξάζηται καὶ ὁ μόνος ἀγαθὸς καὶ ὁ μόνος σωτὴρ δι᾿ υἱοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐπιγινώσκηται. καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχῆς ἐναποκειμένης γνωστικῶς.
[7.7.42] ἀλλ᾿ εἰ ἀφορμή τις ὁμιλίας τῆς πρὸς τὸν θεὸν γίνεται ἡ εὐχή, οὐδεμίαν ἀφορμὴν παραλειπτέον τῆς προσόδου τῆς πρὸς τὸν θεόν. ἀμέλει συμπλακεῖσα τῇ μακαρίᾳ προνοίᾳ ἡ τοῦ γνωστικοῦ ὁσιότης κατὰ τὴν ἑκούσιον ὁμολογίαν τελείαν τὴν εὐεργεσίαν ἐπιδείκνυσι τοῦ θεοῦ. οἱονεὶ γὰρ ἀντεπιστροφή τίς ἐστι τῆς προνοίας ἡ τοῦ γνωστικοῦ ὁσιότης καὶ ἀντίστροφος εὔνοια τοῦ φίλου τοῦ θεοῦ. οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (ἑκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτῷ. κἂν προλαμβάνῃ τὴν αἴτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος· οὐ γάρ ἐστιν ἄψυχος, ἀλλὰ παντὸς μᾶλλον ἑκουσίως καὶ προαιρετικῶς σπεύσει πρὸς σωτηρίαν. διὸ καὶ τὰς ἐντολὰς ἔλαβεν ὁ ἄνθρωπος ὡς ἂν ἐξ αὑτοῦ ὁρμητικὸς πρὸς ὁπότερον ἂν καὶ βούλοιτο τῶν τε αἱρετῶν καὶ τῶν φευκτῶν. οὔκουν ὁ θεὸς ἀνάγκῃ ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὖ ποιεῖ τοὺς ἐξ αὑτῶν ἐπιστρέφοντας. οὐ γὰρ ὑπηρετική γέ ἐστιν [ἡ] εἰς ἡμᾶς θεόθεν ἥκουσα. οἷον ἐκ χειρόνων εἰς κρείττονας προϊοῦσα. ἡ πρόνοια, κατ᾿ ἔλεον δὲ τῆς ἡμετέρας ἀσθενείας αἱ προσεχεῖς τῆς προνοίας ἐνεργοῦνται οἰκονομίαι. καθάπερ καὶ ἡ τῶν ποιμένων εἰς τὰ πρόβατα καὶ ἡ τοῦ βασιλέως πρὸς τοὺς ἀρχομένους, καὶ ἡμῶν αὐτῶν πειθηνίως πρὸς τοὺς ἡγουμένους ἐχόντων τοὺς τεταγμένως διέποντας καθ᾿ ἣν ἐνεχειρίσθησαν τάξιν ἐκ θεοῦ. θεράποντες ἄρα καὶ θεραπευταὶ τοῦ θείου οἱ ἐλευθερικωτάτην καὶ βασιλικωτάτην θεραπείαν προσάγοντες, τὴν διὰ τῆς θεοσεβοῦς γνώμης τε καὶ γνώσεως.
[7.7.43] Πᾶς οὖν καὶ τόπος ἱερὸς τῷ ὄντι, ἐν ᾧ τὴν ἐπίνοιαν τοῦ θεοῦ λαμβάνομεν, καὶ χρόνος. ὅταν δὲ ὁ εὐπροαίρετος ὁμοῦ καὶ εὐχάριστος δι᾿ εὐχῆς αἰτῆται, ἁμῇ γέ πῃ συνεργεῖ τι πρὸς τὴν λῆψιν, ἀσμένως δι᾿ ὧν εὔχεται τὸ ποθούμενον λαμβάνων. ἐπὰν γὰρ τὸ παρ᾿ ἡμῶν εὐεπίφορον ὁ τῶν ἀγαθῶν λάβῃ δοτήρ, ἀθρόα πάντα τῇ συλλήψει αὐτῇ ἕπεται τὰ ἀγαθά. ἀμέλει ἐξετάζεται διὰ τῆς εὐχῆς ὁ τρόπος, πῶς ἔχει πρὸς τὸ προσῆκον. εἰ δὲ ἡ φωνὴ καὶ ἡ λέξις τῆς νοήσεως χάριν δέδοται ἡμῖν, πῶς οὐχὶ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐπακούει ὁ θεός, ὅπου γε ἤδη ψυχὴ ψυχῆς καὶ νοῦς νοὸς ἐπαΐει; ὅθεν τὰς πολυφώνους γλώσσας οὐκ ἀναμένει ὁ θεὸς καθάπερ οἱ παρὰ ἀνθρώπων ἑρμηνεῖς, ἀλλ᾿ ἁπαξαπλῶς ἁπάντων γνωρίζει τὰς νοήσεις, καὶ ὅπερ ἡμῖν ἡ φωνὴ σημαίνει, τοῦτο τῷ θεῷ ἡ ἔννοια ἡμῶν λαλεῖ, ἣν καὶ πρὸ τῆς δημιουργίας εἰς νόησιν ἥξουσαν ἠπίστατο. ἔξεστιν οὖν μηδὲ φωνῇ τὴν εὐχὴν παραπέμπειν, συντείνοντα μόνον [δ᾿] ἔνδοθεν τὸ πνευματικὸν πᾶν εἰς φωνὴν τὴν νοητὴν κατὰ τὴν ἀπερίσπαστον πρὸς τὸν θεὸν ἐπιστροφήν.
Ἐπεὶ δὲ γενεθλίου ἡμέρας εἰκὼν ἡ ἀνατολὴ κἀκεῖθεν τὸ φῶς αὔξεται »ἐκ σκότους λάμψαν« τὸ πρῶτον, ἀλλὰ καὶ τοῖς ἐν ἀγνοίᾳ κυλινδουμένοις ἀνέτειλεν γνώσεως ἀληθείας ἡμέρα κατὰ λόγον τοῦ ἡλίου, πρὸς τὴν ἑωθινὴν ἀνατολὴν αἱ εὐχαί. ὅθεν καὶ τὰ παλαίτατα τῶν ἱερῶν πρὸς δύσιν ἔβλεπεν, ἵνα οἱ ἀπαντιπρόσωπον τῶν ἀγαλμάτων ἱστάμενοι πρὸς ἀνατολὴν τρέπεσθαι διδάσκωνται. »κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«, οἱ ψαλμοὶ λέγουσιν.
[7.7.44] Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχὴ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη. εἰ γοῦν καὶ ἅ φασιν εὐτυχήματα αἰτησάμενοι λάβοιεν, βλάπτει λαβόντας αὐτούς, ἀνεπιστήμονας τῆς χρήσεως αὐτῶν ὑπάρχοντας. οἳ μὲν γὰρ ἃ οὐκ ἔχουσιν εὔχονται κτήσασθαι, καὶ τὰ δοκοῦντα ἀγαθά. οὐ τὰ ὄντα, αἰτοῦνται. ὁ γνωστικὸς δὲ ὧν μὲν κέκτηται παραμονήν, ἐπιτηδειότητα δὲ εἰς ἃ μέλλει ὑπερβαίνειν, καὶ † ἀιδιότητα ὧν οὐ λήψεται, αἰτήσεται. τὰ δὲ ὄντως ἀγαθὰ τὰ περὶ ψυχὴν εὔχεται εἶναί τε αὐτῷ καὶ παραμεῖναι. ταύτῃ οὐδὲ ὀρέγεταί τινος τῶν ἀπόντων, ἀρκούμενος τοῖς παροῦσιν. οὐ γὰρ ἐλλιπὴς τῶν οἰκείων ἀγαθῶν, ἱκανὸς ὢν ἤδη ἑαυτῷ ἐκ τῆς θείας χάριτός τε καὶ γνώσεως· ἀλλὰ αὐτάρκης μὲν γενόμενος ἀνενδεής τε τῶν ἄλλων, τὸ παντοκρατορικὸν δὲ βούλημα ἐγνωκώς, καὶ ἔχων ἅμα καὶ εὐχόμενος, προσεχὴς τῇ πανσθενεῖ δυνάμει γενόμενος, πνευματικὸς εἶναι σπουδάσας διὰ τῆς ἀορίστου ἀγάπης ἥνωται τῷ πνεύματι. οὗτος ὁ μεγαλόφρων, ὁ τὸ πάντων τιμιώτατον, ὁ τὸ πάντων ἀγαθώτατον κατὰ τὴν ἐπιστήμην κεκτημένος, εὔθικτος μὲν κατὰ τὴν προσβολὴν τῆς θεωρίας, ἔμμονον δὲ τὴν τῶν θεωρητῶν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικὴν τῆς ἐπιστήμης δριμύτητα. ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος »τῶν ἀντιστρατευομένων τῷ νῷ« καὶ τῇ μὲν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτικῇ δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτικῇ τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει· πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυναμένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ᾿ ὧν μάλιστα χρή. ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.
[7.7.45] Ἀξιολόγως [ὁ] γοῦν τὰ περὶ θεοῦ διειληφώς, δεδιδαγμένος πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικοῦ, λόγῳ τῷ προτρέποντι ἐπὶ> τὸ μέγεθος τῆς ἀρετῆς. κατ᾿ ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ᾿ αὐτῆς ἐνδεικνυμένῳ, χρῆται, μετὰ διάρματος ἐνθέου τῆς εὐχῆς τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς ἔνι μάλιστα γνωστικῶς οἰκειούμενος. ὅθεν ἥμερος καὶ πρᾶος ἀεί, εὐπρόσιτος, εὐαπάντητος, ἀνεξίκακος, εὐγνώμων, εὐσυνείδητος, αὐστηρός· οὗτος ἡμῖν ὁ αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν). δικαστής, ἐὰν ὁ λόγος καλῇ. ἀκλινὴς γενόμενος μηδ᾿ ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ᾿ ἂν ἐπ᾿ αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, »ἐπὶ προθύροις« ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι.
Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἄριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον. ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς συμβαίνουσιν.
[7.7.46] εὐλόγως οὖν οὐδὲν ἐπιζητεῖ τῶν κατὰ τὸν βίον εἰς τὴν ἀναγκαίαν χρῆσιν εὐθέτων, πεπεισμένος ὡς ὁ τὰ πάντα εἰδὼς θεὸς ὅ τι αν συμφέρῃ καὶ οὐκ αἰτουμένοις τοῖς ἀγαθοῖς χορηγεῖ. καθάπερ γάρ, οἶμαι, τῷ τεχνικῷ τεχνικῶς καὶ τῷ ἐθνικῷ ἐθνικῶς, οὕτω καὶ τῷ γνωστικῷ ⟨γνωστικῶς⟩ ἕκαστα ἀποδίδοται. καὶ ὁ μὲν ἐξ ἐθνῶν ἐπιστρέφων τὴν πίστιν, ὁ δὲ εἰς γνῶσιν ἐπαναβαίνων »τῆς ἀγάπης τὴν τελειότητα« αἰτήσεται. κορυφαῖος δ᾿ ἤδη ὁ γνωστικὸς θεωρίαν εὔχεται αὔξειν τε καὶ παραμένειν, καθάπερ ὁ κοινὸς ἄνθρωπος τὸ συνεχὲς ὑγιαίνειν. ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσεται, συνεργῶν μάλιστα πρὸς τὸ ἄπτωτος διαγενέσθαι. οἶδεν γὰρ καὶ τῶν ἀγγέλων τινὰς ὑπὸ ῥᾳθυμίας ὀλισθήσαντας αὖθις χαμαὶ μηδέπω τέλεον εἰς τὴν μίαν ἐκείνην ἕξιν ἐκ τῆς εἰς τὴν διπλόην ἐπιτηδειότητος ἐκθλίψαντας ἑαυτούς. τῷ δὲ ἐνθένδε εἰς γνώσεως ἀκρότητα καὶ τὸ ἐπαναβεβηκὸς ὕψος ἀνδρὸς ἐντελοῦς γεγυμνασμένῳ πρὸ ὁδοῦ τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα, ἀμεταπτώτως βιοῦν ἑλομένῳ καὶ ἀσκοῦντι διὰ τὴν τῆς γνώμης πάντοθεν μονότονον ἑδραιότητα· ὅσοις δὲ βρίθουσά τις ἔτι ὑπολείπεται † γωνία κάτω ῥέπουσα, [καὶ] κατασπᾶται τὸ διὰ τῆς πίστεως ἀναγόμενον. τῷ ἄρα ἀναπόβλητον τὴν ἀρετὴν ἀσκήσει γνωστικῇ πεποιημένῳ φυσιοῦται ἡ ἕξις, καὶ καθάπερ τῷ λίθῳ τὸ βάρος, οὕτως τῷδε ἡ ἐπιστήμη ἀναπόβλητος οὐκ ἀκουσίως, ἀλλ᾿ ἑκουσίως, δυνάμει λογικῇ καὶ γνωστικῇ καὶ προνοητικῇ, καθίσταται.
[7.7.47] Ἐπεὶ δὲ τὸ μὴ ἀποβληθὲν δι᾿ εὐλαβείας ⟨δι᾿ εὐλογιστίας⟩ ἀναπόβλητον γίνεται, τῆς μὲν εὐλαβείας πρὸς τὸ μὴ ἁμαρτάνειν, τῆς δὲ εὐλογιστίας πρὸς τὸ ἀναπόβλητον τῆς ἀρετῆς ἀνθέξεται. ἡ γνῶσις δὲ ἔοικεν τὴν εὐλογιστίαν παρέχειν, διορᾶν διδάσκουσα τὰ βοηθεῖν πρὸς τὴν παραμονὴν τῆς ἀρετῆς δυνάμενα. μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ. διὸ καὶ ταύτῃ σῴζεται τὸ ἀναπόβλητον τῆς ἀρετῆς. ὁ δὲ ἐγνωκὼς τὸν θεὸν ὅσιος καὶ εὐσεβής. μόνος ἄρα ὁ γνωστικὸς εὐσεβὴς ἡμῖν εἶναι δέδεικται. οὗτος χαίρει μὲν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, γέγηθεν δὲ ἐπὶ τοῖς ἐπηγγελμένοις, ὡς ἤδη παροῦσιν. οὐ γὰρ λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι᾿ ὧν ἔγνω φθάσας οἷά ἐστιν. τῇ γνώσει οὖν πεπεισμένος [καὶ] ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ γὰρ ἐνδεὲς καὶ ἐπιδεὲς πρὸς τὸ ἐπιβάλλον μετρεῖται. εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς μετέχων ἀνενδεὴς εἴη ἄν. οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἰσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐνδεοῦς γινομένου· ἀμείωτος δ᾿ οὖν ἡ ἐνέργεια δι᾿ αὐτῆς τῆς μεταδόσεως δείκνυται. οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις.
Τούτῳ συλλαμβάνει καὶ ὁ θεὸς προσεχεστέρᾳ τιμήσας ἐπισκοπῇ.
[7.7.48] ἢ γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀνδρῶν χάριν καὶ εἰς τὴν τούτων χρῆσιν καὶ ὠφέλειαν, μᾶλλον δὲ σωτηρίαν τὰ πάντα γέγονεν; οὔκουν ἀφέλοιτο ἂν τούτους τὰ δι᾿ ἀρετήν, δι᾿ οὓς τὰ γεγονότα. δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον. τοῖς δὲ ἀξίοις γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος· ἐπιγεννηματικὸν γὰρ ἅπαν τῷ γνωστικῷ τὸ ἀγαθόν, εἴ γε δὴ τὸ τέλος ἐστὶν αὐτῷ ἐπίστασθαι καὶ πράσσειν ἐπιστημόνως ἕκαστον. ὡς δὲ ὁ ἰατρὸς ὑγείαν παρέχεται τοῖς συνεργοῦσι πρὸς ὑγείαν, οὕτως καὶ ὁ θεὸς τὴν ἀίδιον σωτηρίαν τοῖς συνεργοῦσι πρὸς γνῶσίν τε καὶ εὐπραγίαν, σὺν δὲ τῷ ποιεῖν, ὄντων ἐφ᾿ ἡμῖν ἃ προστάττουσιν αἱ ἐντολαί, καὶ ἡ ἐπαγγελία τελειοῦται. καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι· ἀθλητής τις οὐκ ἀγεννὴς ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς Ὀλύμπι᾿ ἀναβάς, εἰς τοῦ Πισαίου Διὸς τὸ ἄγαλμα ἀποβλέψας, »εἰ πάντα«, εἶπεν »ὦ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί«.
Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ᾿ ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν. ταῦτ᾿ οὖν ἀπαιτεῖται παρ᾿ ἡμῶν. τὰ ἐφ᾿ ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτῆσις καὶ χρῆσις καὶ διαμονή.
[7.7.49] Διὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον. εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον. ἀλλὰ καὶ τὰς εὐχὰς ἁπάσας ἐπιεικῶς ἅμα καὶ μετ᾿ ἐπιεικῶν ποιεῖσθαι πρέπον ἐστίν· σφαλερὸν γὰρ τοῖς ἑτέρων ἁμαρτήμασι συνεπιγράφεσθαι. περὶ τούτων ἄρα ὁ γνωστικὸς καὶ συνεύξεται τοῖς κοινότερον πεπιστευκόσι, περὶ ὧν καὶ συμπράττειν καθήκει. ἅπας δὲ ὁ βίος αὐτοῦ πανήγυρις ἁγία. αὐτίκα θυσίαι μὲν αὐτῷ εὐχαί τε καὶ αἶνοι καὶ αἱ πρὸ τῆς ἑστιάσεως ἐντεύξεις τῶν γραφῶν, ψαλμοὶ δὲ καὶ ὕμνοι παρὰ τὴν ἑστίασιν πρό τε τῆς κοίτης, ἀλλὰ καὶ νύκτωρ εὐχαὶ πάλιν. διὰ τούτων ἑαυτὸν ἑνοποιεῖ τῷ »θείῳ χορῷ«, ἐκ τῆς συνεχοῦς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος. τί δ᾿; οὐ καὶ τὴν ἄλλην θυσίαν τὴν κατὰ τοὺς δεομένους ἐπίδοσιν καὶ δογμάτων καὶ χρημάτων γιγνώσκει; καὶ μάλα. ἀλλὰ τῇ διὰ στόματος εὐχῇ οὐ πολυλόγῳ χρῆται, παρὰ τοῦ κυρίου καὶ ἃ χρὴ αἰτεῖσθαι μαθών. ἐν παντὶ τοίνυν τόπῳ. οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς εὔξεται· ὃ δὲ καὶ περιπάτῳ χρώμενος καὶ ὁμιλίᾳ καὶ ἡσυχίᾳ καὶ ἀναγνώσει καὶ τοῖς ἔργοις τοῖς κατὰ λόγον κατὰ πάντα τρόπον εὔχεται· κἂν ἐν αὐτῷ »τῷ ταμιείῳ« τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ »ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα«, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος πάρεστιν. τριῶν δ᾿ ὄντων πάσης πράξεως τελῶν διὰ μὲν τὸ καλὸν καὶ τὸ συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.