Capítulo 6
[7.6.30] Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι. οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά. ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν. ὧν ἅπτεται πάθος. φθαρτὰ πάντα ἐστί, καὶ τῷ μὴ τρεφομένῳ προσάγειν βορὰν μάταιον. καὶ ὅ γε κωμικὸς ἐκεῖνος Φερεκράτης ἐν Αὐτομόλοις χαριέντως αὐτοὺς πεποίηκεν τοὺς θεοὺς καταμεμφομένους τοῖς ἀνθρώποις τῶν ἱερῶν· “ ὅτε τοῖσι θεοῖσ[ι] θύετε, πρώτιστα ἀποκρίνετε ⟨τοῖς ἱερεῦσιν⟩ τὸ νομιζόμενον, ⟨κἄπειθ᾿⟩ ὑμῖν, ⟨εἶτ᾿⟩ (αἰσχύνη τὸ κατειπεῖν) εὖ τὼ μηρὼ περιλέψαντες [κομιδῇ] μέχρι βουβώνων ⟨κρέα πάντα⟩ καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν ὥσπερ ⟨ῥίνῃ⟩ ῥινήσαντες νέμεθ᾿ ὥσπερ [καὶ] τοῖς κυσὶν ἡμῖν, εἶτ᾿ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς. ” Εὔβουλος δὲ ὁ καὶ αὐτὸς κωμικὸς ὧδέ πως περὶ τῶν θυσιῶν γράφει· “ αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε. καὶ παραγαγὼν τὸν Διόνυσον ἐν Σεμέλῃ διαστελλόμενον πεποίηκεν· πρῶτον μὲν ὅταν ἐμοί τι θύωσί⟨ν⟩ τινες, ⟨θύουσιν⟩ αἷμα, κύστιν, ἧπαρ, καρδίαν, ὑμέν᾿ ἐπιπόλαιον· οὐδ᾿ ἐγὼ γὰρ ἐσθίω γλυκεῖαν οὐδὲ μηρίαν.”
[7.6.31] Μένανδρός τε “ τὴν ὀσφὺν ἄκραν” πεποίηκεν “ ⟨καὶ⟩ τὴν χολὴν ὀστέα τὰ ἄβρωτα (φησί) τοῖς θεοῖς ἐπιθέντες αὐτοὶ τὰ ἄλλα ἀναλίσκουσιν.”
Ἢ γὰρ οὐχ ἡ τῶν ὁλοκαυτωμάτων κνῖσα καὶ τοῖς θηρίοις φευκτέα; εἰ δὲ τῷ ὄντι ἡ κνῖσα γέρας ἐστὶ θεῶν τῶν παρ᾿ Ἕλλησιν, οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες, οἳ τῆς ἴσης εὐδαιμονίας ἀξιοῦνται, καὶ τὸν ἰπνὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον τῇ κνίσῃ τῇ πολυτιμήτῳ. καί που Ἡσίοδος κατά τινα μερισμὸν κρεῶν ἀπατηθέντα φησὶ πρὸς τοῦ Προμηθέως τὸν Δία λαβεῖν »ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ« κεκαλυμμένα »ἀργέτι δημῷ«· “ ἐκ τοῦ δ᾿ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾿ ἀνθρώπων καίουσ᾿ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.” ἀλλ᾿ οὐκ ἂν οὐδαμῶς φασι κατὰ τὴν ἐκ τῆς ἐνδείας ἐπιθυμίαν κακούμενον τρέφεσθαι τὸν θεόν. ὅμοιον οὖν αὐτὸν φυτῷ ποιήσουσιν ἀνορέκτως τρεφόμενον καὶ τοῖς φωλεύουσι θηρίοις. φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ᾿ αὖ καὶ ἐξ αὐτῆς τῆς τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν. καίτοι εἰ ἀνενδεῶς τρέφεται αὐτοῖς τὸ θεῖον, τίς ἔτι χρεία τροφῆς τῷ ἀνενδεεῖ; εἰ δὲ τιμώμενον χαίρει, φύσει ἀνενδεὲς ὑπάρχον, οὐκ ἀπεικότως ἡμεῖς δι᾿ εὐχῆς τιμῶμεν τὸν θεόν, καὶ ταύτην τὴν θυσίαν ἀρίστην καὶ ἁγιωτάτην μετὰ δικαιοσύνης ἀναπέμπομεν, τῷ δικαιοτάτῳ λόγῳ γεραίροντες, δι᾿ οὗ παραλαμβάνομεν τὴν γνῶσιν, διὰ τούτου δοξάζοντες ὃν μεμαθήκαμεν. ἔστι γοῦν τὸ παρ᾿ ἡμῖν θυσιαστήριον ἐνταῦθα τὸ ἐπίγειον [τὸ] ἄθροισμα τῶν ταῖς εὐχαῖς ἀνακειμένων, μίαν ὥσπερ ἔχον φωνὴν τὴν κοινὴν καὶ μίαν γνώμην.
Αἱ δὲ διὰ τῆς ὀσφρήσεως. εἰ καὶ θειότεραι τῶν διὰ στόματος. τροφαί. ἀλλὰ ἀναπνοῆς εἰσι δηλωτικαί. τί οὖν φασι περὶ τοῦ θεοῦ;
[7.6.32] πότερον διαπνεῖται ὡς τὸ τῶν δαιμόνων γένος; ἢ ἐμπνεῖται μόνον ὡς τὰ ἔνυδρα κατὰ τὴν τῶν βραγχίων διαστολήν; ἢ περιπνεῖται καθάπερ τὰ ἔντομα κατὰ τὴν διὰ τῶν πτερύγων ἐπίθλιψιν τῆς ἐντομῆς; ἀλλ᾿ οὐκ ἄν τινι τούτων ἀπεικάσαιεν. εἴ γε εὖ φρονοῖεν. τὸν θεόν· ὅσα δὲ ἀναπνεῖ, κατὰ τὴν τοῦ πνεύμονος πρὸς τὸν θώρακα ἀντιδιαστολὴν ῥυμουλκεῖ τὸν ἀέρα. εἶτα εἰ σπλάγχνα δοῖεν καὶ ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μόρια τῷ θεῷ, οὐδὲν διαφέροντα εἰσηγήσονται τούτων. ἡ σύμπνοια δὲ ἐπὶ τῆς ἐκκλησίας λέγεται κυρίως. καὶ γάρ ἐστιν ἡ θυσία τῆς ἐκκλησίας λόγος ἀπὸ τῶν ἁγίων ψυχῶν ἀναθυμιώμενος, ἐκκαλυπτομένης ἅμα τῇ θυσίᾳ καὶ τῆς διανοίας ἁπάσης τῷ θεῷ. ἀλλὰ τὸν μὲν ἀρχαιότατον βωμὸν ἐν Δήλῳ ἁγνὸν εἶναι τεθρυλήκασι, πρὸς ὃν δὴ μόνον καὶ Πυθαγόραν προσελθεῖν φασι φόνῳ καὶ θανάτῳ μὴ μιανθέντα, βωμὸν δὲ ἀληθῶς ἅγιον τὴν δικαίαν ψυχὴν καὶ τὸ ἀπ᾿ αὐτῆς θυμίαμα τὴν ὁσίαν εὐχὴν λέγουσιν ἡμῖν ἀπιστήσουσιν; σαρκοφαγιῶν δ᾿, οἶμαι, προφάσει αἱ θυσίαι τοῖς ἀνθρώποις ἐπινενόηνται. ἐξῆν δὲ καὶ ἄλλως ἄνευ τῆς τοιαύτης εἰδωλολατρείας μεταλαμβάνειν κρεῶν τὸν βουλόμενον. αἱ μὲν γὰρ κατὰ τὸν νόμον θυσίαι τὴν περὶ ἡμᾶς εὐσέβειαν ἀλληγοροῦσι, καθάπερ ἡ τρυγὼν καὶ ἡ περιστερὰ ὑπὲρ ἁμαρτιῶν προσφερόμεναι τὴν ἀποκάθαρσιν τοῦ ἀλόγου μέρους τῆς ψυχῆς προσδεκτὴν μηνύουσι τῷ θεῷ. εἰ δέ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεῶν βρώσει τὴν ψυχήν, λόγῳ τινὶ εὐλόγῳ χρῆται. οὐχ ᾧ Πυθαγόρας καὶ οἱ ἀπ᾿ αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς. δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, ⟨ἣ⟩ εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.
[7.6.33] Ταύτῃ καὶ μάλιστα Ἰουδαῖοι χοιρείου ἀπέχονται, ὡς ἂν τοῦ θηρίου τούτου μιαροῦ ὄντος, ἐπεὶ μάλιστα τῶν ἄλλων τοὺς καρποὺς ἀνορύσσει καὶ φθείρει. ἐὰν δὲ λέγωσι τοῖς ἀνθρώποις δεδόσθαι τὰ ζῷα, καὶ ἡμεῖς συνομολογοῦμεν, πλὴν οὐ πάντως εἰς βρῶσιν οὐδὲ μὴν πάντα, ἀλλ᾿ ὅσα ἀεργά. διόπερ οὐ κακῶς ὁ κωμικὸς Πλάτων ἐν ταῖς Ἑορταῖς τῷ δράματί φησιν· “ τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν. τὰ γὰρ κρέα ἥδιστα ἔχουσιν, καὶ οὐδὲν ἀφ᾿ ὑὸς γίγνεται πλὴν ὕστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή. ” ὅθεν καὶ ὁ Αἴσωπος οὐ κακῶς ἔφη τοὺς ὗς κεκραγέναι μέγιστον, ὅταν ἕλκωνται· συνειδέναι γὰρ αὑτοῖς εἰς οὐδὲν ἄλλο χρησίμοις πλὴν εἰς τὴν θυσίαν. διὸ καὶ Κλεάνθης φησὶν ἀνθ᾿ ἁλῶν αὐτοὺς ἔχειν τὴν ψυχήν, ἵνα μὴ σαπῇ τὰ κρέα. οἳ μὲν οὖν ὡς ἄχρηστον ἐσθίουσιν, οἳ δ᾿ ὡς λυμαντικὸν τῶν καρπῶν καὶ ἄλλοι διὰ τὸ κατωφερὲς εἰς συνουσίαν εἶναι τὸ ζῷον οὐκ ἐσθίουσιν. ταύτῃ οὐδὲ τὸν τράγον ὁ νόμος θύει πλὴν ἐπὶ μόνῃ τῇ διοπομπήσει τῶν κακῶν, ἐπεὶ μητρόπολις κακίας ἡδονή. αὐτίκα καὶ συμβάλλεσθαι τὴν τῶν τραγείων κρεῶν βρῶσιν πρὸς ἐπιληψίαν λέγουσι. φασὶ δὲ πλείστην ἀνάδοσιν ἐκ χοιρείων γίνεσθαι κρεῶν, διὸ τοῖς μὲν ἀσκοῦσι τὸ σῶμα χρησιμεύει. τοῖς δὲ αὐτὴν τὴν ψυχὴν αὔξειν ἐπιχειροῦσι διὰ τὴν νωθρίαν τὴν ἀπὸ τῆς κρεοφαγίας ἐγγινομένην οὐκέτι. τάχ᾿ ἄν τις τῶν γνωστικῶν καὶ ἀσκήσεως χάριν σαρκοφαγίας ἀπόσχοιτο καὶ τοῦ μὴ σφριγᾶν περὶ τὰ ἀφροδίσια τὴν σάρκα. »οἶνος« γάρ, φησὶν Ἀνδροκύδης, »καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ῥωμαλέον ἀπεργάζονται, ψυχὴν δὲ νωχαλεστέραν.« ἄθετος οὖν ἡ τοιαύτη τροφὴ πρὸς σύνεσιν ἀκριβῆ. διὸ καὶ Αἰγύπτιοι ἐν ταῖς κατ᾿ αὐτοὺς ἁγνείαις οὐκ ἐπιτρέπουσι τοῖς ἱερεῦσι σιτεῖσθαι σάρκας ὀρνιθείοις τε ὡς κουφοτάτοις χρῶνται καὶ ἰχθύων οὐχ ἅπτονται καὶ δι᾿ ἄλλους μέν τινας μύθους, μάλιστα δὲ ὡς πλαδαρὰν τὴν σάρκα τῆς τοιᾶσδε κατασκευαζούσης βρώσεως.
[7.6.34] ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα. τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασι τοῦτον τὸν ἀέρα, ἀλλ᾿ ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις, ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς.
Δεῖ τοίνυν »θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελεῖς, ἀλλὰ θεοφιλεῖς«. καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχὴν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον »εἰς τὴν ἑνότητα τῆς πίστεως« καὶ κατὰ τοὺς αἴνους συναγόμενον, καθαρῷ μὲν τῷ νῷ, δικαίᾳ δὲ καὶ ὀρθῇ τῇ πολιτείᾳ, ἐξ ὁσίων ἔργων εὐχῆς τε δικαίας· ἐπεὶ “ τίς ὧδε μῶρος,” κατὰ τὴν ποιητικὴν χάριν, “ καὶ λίαν ἀνειμένως εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶ⟨ν⟩ πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἅπαντα⟨ς⟩ καὶ γέρας λαχεῖν τόδε χάριν τε τούτων τοῖσ⟨ι⟩ δρῶσιν ἐκτίνειν,” κἂν πειραταὶ κἂν λῃσταὶ κἂν τύραννοι τύχωσιν; φαμὲν δ᾿ ἡμεῖς ἁγιάζειν τὸ πῦρ οὐ τὰ κρέα, ἀλλὰ τὰς ἁμαρτωλοὺς ψυχάς, πῦρ οὐ τὸ παμφάγον καὶ βάναυσον, ἀλλὰ τὸ φρόνιμον λέγοντες, τὸ »διικνούμενον διὰ ψυχῆς« τῆς διερχομένης τὸ πῦρ.