Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 11

Capítulo 11

[7.11.60] Περὶ μὲν οὖν τῶν ὅλων ἀληθῶς καὶ μεγαλοπρεπῶς διείληφεν, ὡς ἂν θείαν χωρήσας διδασκαλίαν. ἀρξάμενος γοῦν ἐκ τοῦ θαυμάζειν τὴν κτίσιν, δεῖγμα τοῦ δύνασθαι λαβεῖν τὴν γνῶσιν κομίζων οἴκοθεν. πρόθυμος μαθητὴς τοῦ κυρίου γίνεται. εὐθέως δὲ ἀκούσας θεόν τε καὶ πρόνοιαν ἐπίστευσεν ἐξ ὧν ἐθαύμασεν. ἐνθένδε οὖν ὁρμώμενος ἐκ παντὸς τρόπου συνεργεῖ πρὸς τὴν μάθησιν. πάντ᾿ ἐκεῖνα ποιῶν δι᾿ ὧν λαβεῖν δυνήσεται τὴν γνῶσιν ὧν ποθεῖ (πόθος δὲ κατὰ προκοπὴν πίστεως ἅμα ζητήσει κραθεὶς συνίσταται), τὸ δ᾿ ἐστὶν ἄξιον γενέσθαι τῆς τοσαύτης καὶ τηλικαύτης θεωρίας. οὕτως γεύσεται τοῦ θελήματος τοῦ θεοῦ ὁ γνωστικός· οὐ γὰρ τὰς ἀκοάς. ἀλλὰ τὴν ψυχὴν παρίστησι τοῖς ὑπὸ τῶν λεγομένων δηλουμένοις πράγμασιν. οὐσίας τοίνυν καὶ τὰ πράγματα αὐτὰ παραλαβὼν διὰ τῶν λόγων εἰκότως καὶ τὴν ψυχὴν ἐπὶ τὰ δέοντα ἄγει. τὸ »μὴ μοιχεύσῃς. μὴ φονεύσῃς« ἰδίως ἐκλαμβάνων ὡς εἴρηται τῷ γνωστικῷ. οὐχ ὡς παρὰ τοῖς ἄλλοις ὑπείληπται.

[7.11.61] Πρόεισιν οὖν ἐγγυμναζόμενος τῇ ἐπιστημονικῇ θεωρίᾳ εἰς τὸ ἐναγωνίσασθαι τοῖς καθολικώτερον καὶ μεγαλοπρεπέστερον εἰρημένοις. εἰδὼς εὖ μάλα ὅτι »ὁ διδάσκων ἄνθρωπον γνῶσιν« κατὰ τὸν προφήτην »κύριός« ἐστιν, διὰ στόματος ἀνθρωπίνου κύριος ἐνεργῶν· ταύτῃ καὶ σάρκα ἀνείληφεν. εἰκότως οὖν οὐδέποτε τὸ ἡδὺ πρὸ τοῦ συμφέροντος αἱρεῖται. οὐδ᾿ ἂν προκαλῆται αὐτὸν κατά τινα περίστασιν προκαταληφθέντα ἑταιρικῶς ἐκβιαζομένη ὡραία γυνή, ἐπεὶ μηδὲ τὸν Ἰωσὴφ παράγειν τῆς ἐνστάσεως ἴσχυσεν ἡ τοῦ δεσπότου γυνή. ἀπεδύσατο δὲ αὐτῇ πρὸς βίαν κατεχούσῃ τὸν χιτῶνα. γυμνὸς μὲν τῆς ἁμαρτίας γενόμενος. τὸ κόσμιον δὲ τοῦ ἤθους περιβαλλόμενος. εἰ γὰρ καὶ οἱ τοῦ δεσπότου ὀφθαλμοὶ οὐχ ἑώρων, τοῦ Αἰγυπτίου λέγω. τὸν Ἰωσήφ, ἀλλ᾿ οἵ γε τοῦ παντοκράτορος ἐπεσκόπουν. ἡμεῖς μὲν γὰρ τῆς φωνῆς ἀκούομεν καὶ τὰ σώματα θεωροῦμεν, ὁ θεὸς δὲ τὸ πρᾶγμα, ἀφ᾿ οὗ φέρεται τὸ φωνεῖν καὶ βλέπειν, ἐξετάζει. ἀκολούθως ἄρα κἂν νόσος ἐπίῃ καί τι τῶν περιστατικῶν τῷ γνωστικῷ, καὶ δὴ μάλιστα ὁ φοβερώτατος θάνατος, ἄτρεπτος μένει κατὰ τὴν ψυχήν, πάντα εἰδὼς τὰ τοιαῦτα κτίσεως ἀνάγκην εἶναι, ἀλλὰ καὶ οὕτως δυνάμει τοῦ θεοῦ »φάρμακον« γίνεσθαι »σωτηρίας«, διὰ παιδείας τοὺς ἀπηνέστερον μεταρρυθμιζομένους εὐεργετοῦντα, πρὸς τῆς ἀγαθῆς ὄντως κατ᾿ ἀξίαν μεριζόμενα προνοίας.

[7.11.62] Χρώμενος τοίνυν τοῖς κτιστοῖς. ὁπόταν αἱρῇ λόγος, εἰς ὅσον αἱρεῖ. κατὰ τὴν ἐπὶ τὸν κτίσαντα εὐχαριστίαν καὶ τῆς ἀπολαύσεως κύριος καθίσταται. οὐ μνησικακεῖ ποτε, οὐ χαλεπαίνει οὐδενί, κἂν μίσους ἄξιος τυγχάνῃ, ἐφ᾿ οἷς διαπράττεται· σέβει μὲν γὰρ τὸν ποιητήν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν τοῦ βίου. οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν αὐτοῦ. καὶ δὴ καὶ συμπάσχει τῷ σώματι τῷ φύσει παθητῷ ἐνδεδεμένος, ἀλλ᾿ οὐ πρωτοπαθεῖ κατὰ τὸ πάθος. κατὰ γοῦν τὰς ἀκουσίους περιστάσεις ἀνάγων ἑαυτὸν ἀπὸ τῶν πόνων ἐπὶ τὰ οἰκεῖα οὐ συναποφέρεται τοῖς ἀλλοτρίοις αὐτοῦ, συμπεριφέρεται δὲ τοῖς ἀναγκαίοις αὐτοῦ μόνον εἰς ὅσον ἀβλαβὴς τηρεῖται ἡ ψυχή. οὐ γάρ που ἐν ὑπολήψει, ἀλλ᾿ οὐδὲ ἐν τῷ δοκεῖν πιστὸς εἶναι βούλεται, γνώσει δὲ καὶ ἀληθείᾳ. ὅ ἐστιν ἔργῳ βεβαίῳ καὶ λόγῳ [καὶ] ἐνεργῷ. οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ καὶ αὐτὸς βιάζεται εἶναι καλός, ἐκ τοῦ »ἀγαθοῦ καὶ πιστοῦ δούλου« μεταβαίνων δι᾿ ἀγάπης εἰς »φίλον« διὰ τὸ τέλεον τῆς ἕξεως, ὃ ἐκ μαθήσεως τῆς ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο.

[7.11.63] Ὡς ἂν οὖν ἐπ᾿ ἄκρον γνώσεως ἥκειν βιαζόμενος. τῷ ἤθει κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων ὅσα πλεονεκτήματά ἐστιν τοῦ κατ᾿ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δ᾿ ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τὸν κορυφαῖον ἐκεῖνον κτήσασθαι βίον, διὰ τοῦτο τὰ πρόχειρα πάντα τοῦ κόσμου καλὰ οὐκ ἀγαπᾷ, ἵνα μὴ καταμείνῃ χαμαί, ἀλλὰ τὰ ἐλπιζόμενα. μᾶλλον δὲ τὰ ἐγνωσμένα ἤδη. εἰς κατάληψιν δὲ ἐλπιζόμενα. ταύτῃ ἄρα τοὺς πόνους καὶ τὰς βασάνους καὶ τὰς θλίψεις, οὐχ ὡς παρὰ τοῖς φιλοσόφοις οἱ ἀνδρεῖοι. ἐλπίδι τοῦ παύσασθαι μὲν τὰ ἐνεστῶτα ἀλγεινά, αὖθις δὲ τῶν ἡδέων μετασχεῖν, ὑπομένει, ἀλλ᾿ ἡ γνῶσις αὐτῷ πεῖσμα βεβαιότατον ἐνεγέννησεν τῆς τῶν μελλόντων [ἐλπίδων] ἀπολήψεως. διόπερ οὐ μόνον τῶν ἐνταῦθα κολάσεων, ἀλλὰ καὶ τῶν ἡδέων ἁπάντων καταφρονεῖ. φασὶ γοῦν τὸν μακάριον Πέτρον θεασάμενον τὴν αὑτοῦ γυναῖκα ἀγομένην τὴν ἐπὶ θάνατον, ἡσθῆναι μὲν τῆς κλήσεως χάριν καὶ τῆς εἰς οἶκον ἀνακομιδῆς, ἐπιφωνῆσαι δὲ εὖ μάλα προτρεπτικῶς τε καὶ παρακλητικῶς, ἐξ ὀνόματος προσειπόντα »μέμνησο, ὦ αὕτη, τοῦ κυρίου«.

[7.11.64] τοιοῦτος ἦν ὁ τῶν μακαρίων γάμος καὶ ἡ μέχρι τῶν φιλτάτων τελεία διάθεσις. ταύτῃ καὶ ὁ ἀπόστολος »ὁ γαμῶν »ὡς μὴ γαμῶν«. ἀπροσπαθῆ τὸν γάμον ἀξιῶν εἶναι καὶ »ἀπερίσπαστον« τῆς πρὸς τὸν κύριον ἀγάπης. ἧς ἔχεσθαι ἀποδημούσῃ τοῦ βίου πρὸς τὸν κύριον τῇ γυναικὶ ὁ τῷ ὄντι ἀνὴρ παρῄνεσεν. ἆρ᾿ οὐ πρόδηλος ἦν ἡ πίστις αὐτοῖς τῆς μετὰ θάνατον ἐλπίδος τοῖς καὶ ἐν αὐταῖς τῶν κολάσεων ταῖς ἀκμαῖς εὐχαριστοῦσι τῷ θεῷ; βεβαίαν γάρ, οἶμαι, τὴν πίστιν ἐκέκτηντο. ᾗ κατηκολούθουν πισταὶ καὶ αἱ ἐνέργειαι. ἔστιν οὖν ἐν πάσῃ περιστάσει ἐρρωμένη τοῦ γνωστικοῦ ἡ ψυχή, οἷον ἀθλητοῦ τὸ σῶμα ἐν ἄκρᾳ εὐεξίᾳ καὶ ῥώμῃ καθεστηκυῖα. εὔβουλος μὲν γὰρ ὑπάρχει περὶ τὰ ἀνθρώπων, τῷ δικαίῳ τὸ πρακτέον γνωματεύουσα, τὰς ἀρχὰς θεόθεν ἄνωθεν * καὶ πρὸς τὴν θείαν ἐξομοίωσιν πραότητα ἡδονῶν καὶ λυπῶν σωματικῶν περιπεποιημένη· κατεξανίσταται δὲ τῶν φόβων εὐθαρσῶς καὶ πεποιθ⟨ότ⟩ως τῷ θεῷ. ἀτεχνῶς οὖν ἐπίγειος εἰκὼν θείας δυνάμεως ἡ γνωστικὴ ψυχή. τελείᾳ ἀρετῇ κεκοσμημένη. ἐκ πάντων ἅμα τούτων, φύσεως. ἀσκήσεως, λόγου, συνηυξημένῃ. τοῦτο τὸ κάλλος τῆς ψυχῆς »νεὼς« γίνεται »τοῦ ἁγίου πνεύματος«, ὅταν διάθεσιν ὁμολογουμένην τῷ εὐαγγελίῳ κατὰ πάντα κτήσηται τὸν βίον.

[7.11.65] ὁ τοιοῦτος ἄρα κατεξανίσταται παντὸς φόβου, παντὸς δεινοῦ, οὐ μόνον θανάτου, ἀλλὰ καὶ πενίας καὶ νόσου ἀδοξίας τε καὶ τῶν ὅσα τούτοις συγγενῆ, ἀήττητος ἡδονῇ γενόμενος καὶ τῶν ἀλόγων ἐπιθυμιῶν κύριος. εὖ γὰρ οἶδεν τὰ ποιητέα καὶ μή, ἐγνωκὼς κατὰ κράτος τά τε τῷ ὄντι δεινὰ καὶ τὰ μή. ὅθεν ἐπιστημόνως ὑφίσταται ἃ δεῖν καὶ προσήκειν αὐτῷ ὁ λόγος ὑπαγορεύει, διακρίνων ἐπιστημόνως τὰ τῷ ὄντι θαρραλέα (τουτέστι τὰ ἀγαθὰ) ἀπὸ τῶν φαινομένων καὶ τὰ φοβερὰ ἀπὸ τῶν δοκούντων, οἷον θανάτου καὶ νόσου καὶ πενίας. ἅπερ δόξης μᾶλλον ἢ ἀληθείας ἔχεται. οὗτος ὁ τῷ ὄντι ἀγαθὸς ἀνὴρ ὁ ἔξω τῶν παθῶν, κατὰ τὴν ἕξιν ἢ διάθεσιν τῆς ἐναρέτου ψυχῆς ὑπερβὰς ὅλον τὸν ἐμπαθῆ βίον. τούτῳ »πάντα εἰς ἑαυτὸν ἀνήρτηται« πρὸς τὴν τοῦ τέλους κτῆσιν. τὰ μὲν γὰρ λεγόμενα τυχηρὰ δεινά, ταῦτα τῷ σπουδαίῳ οὐ φοβερά, ὅτι μὴ κακά, τὰ δὲ τῷ ὄντι δεινὰ ἀλλότρια Χριστιανοῦ τοῦ γνωστικοῦ ἐκ διαμέτρου χωροῦντα τοῖς ἀγαθοῖς, ἐπειδὴ κακά, καὶ ἀμήχανον ἅμα τῷ αὐτῷ τὰ ἐναντία κατὰ ταὐτὸν καὶ πρὸς τὸν αὐτὸν ἀπαντᾶν χρόνον. ἀμεμφῶς τοίνυν »ὑποκρινόμενος τὸ δρᾶμα τοῦ βίου«, ὅπερ ἂν ὁ θεὸς ἀγωνίσασθαι παράσχῃ, τά τε πρακτέα τά τε ὑπομενετέα γνωρίζει.

[7.11.66] Μή τι οὖν, εἰ δι᾿ ἄγνοιαν τῶν δεινῶν καὶ μὴ δεινῶν συνίσταται ἡ δειλία, μόνος θαρραλέος ὁ γνωστικός, τά τε ὄντα ἀγαθὰ καὶ τὰ ἐσόμενα γνωρίζων, συνεπιστάμενος δὲ τούτοις, ὥσπερ ἔφην, καὶ τὰ μὴ τῷ ὄντι δεινά, ἐπεὶ μόνην κακίαν ἐχθρὰν οὖσαν εἰδὼς καὶ καθαιρετικὴν τῶν ἐπὶ τὴν γνῶσιν προκοπτόντων, τοῖς ὅπλοις τοῦ κυρίου πεφραγμένος καταπολεμεῖ ταύτης. οὐ γὰρ εἰ δι᾿ ἀφροσύνην τι συνίσταται καὶ διαβόλου ἐνέργειαν, μᾶλλον δὲ συνέργειαν. τοῦτ᾿ εὐθέως διάβολος ἢ ἀφροσύνη (ὅτι μηδεμία ἐνέργεια φρόνησις· ἕξις γὰρ ἡ φρόνησις, οὐδεμία δὲ ἐνέργεια ἕξις)· οὐ τοίνυν οὐδὲ ἡ δι᾿ ἄγνοιαν συνισταμένη πρᾶξις ἤδη ἄγνοια, ἀλλὰ κακία μὲν δι᾿ ἄγνοιαν, οὐ μὴν ἄγνοια· οὐδὲ γὰρ τὰ πάθη, οὐδὲ τὰ ἁμαρτήματα κακίαι, καίτοι ἀπὸ κακίας φερόμενα. οὐδεὶς οὖν ἀλόγως ἀνδρεῖος γνωστικός· ἐπεὶ καὶ τοὺς παῖδας λεγέτω τις ἀνδρείους ἀγνοίᾳ τῶν δεινῶν ὑφισταμένους τά φοβερά (ἅπτονται γοῦν οὗτοι καὶ πυρός), καὶ τὰ θηρία τὰ ὁμόσε ταῖς λόγχαις πορευόμενα ἀλόγως ὄντα ἀνδρεῖα ἐνάρετα λεγόντων. τάχα δ᾿ οὕτως καὶ τοὺς θαυματοποιοὺς ἀνδρείους φήσουσιν εἰς τὰς μαχαίρας κυβιστῶντας ἐξ ἐμπειρίας τινὸς κακοτεχνοῦντας ἐπὶ λυπρῷ τῳ μισθῷ. ὁ δὲ τῷ ὄντι ἀνδρεῖος, προφανῆ τὸν κίνδυνον διὰ τὸν τῶν πολλῶν ζῆλον ἔχων, εὐθαρσῶς πᾶν τὸ προσιὸν ἀναδέχεται. ταύτῃ τῶν ἄλλων λεγομένων μαρτύρων χωριζόμενος, ᾗ οἳ μὲν ἀφορμὰς παρέχοντες σφίσιν αὐτοῖς ἐπιρριπτοῦσιν ἑαυτοὺς τοῖς κινδύνοις οὐκ οἶδ᾿ ὅπως (εὐστομεῖν γὰρ δίκαιον). οἳ δὲ περιστελλόμενοι κατὰ λόγον τὸν ὀρθόν. ἔπειτα τῷ ὄντι καλέσαντος τοῦ θεοῦ προθύμως ἑαυτοὺς ἐπιδιδόντες. καὶ »τὴν κλῆσιν« ἐκ τοῦ μηδὲν αὑτοῖς προπετὲς συνεγνωκέναι »βεβαιοῦσιν« καὶ τὸ ἀνδρεῖον ἐν τῇ κατὰ ἀλήθειαν λογικῇ ἀνδρείᾳ ἐξετάζεσθαι παρέχονται.

[7.11.67] οὔτ᾿ οὖν φόβῳ τῶν μειζόνων δεινῶν τὰ ἐλάττω καθάπερ οἱ λοιποὶ ὑπομένοντες οὔτ᾿ αὖ ψόγον τὸν ἀπὸ τῶν ὁμοτίμων καὶ ὁμογνωμόνων ὑφορώμενοι τῇ τῆς κλήσεως ἐμμένουσιν ὁμολογίᾳ. ἀλλὰ διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην ἑκόντες πείθονται τῇ κλήσει. μηδένα ἕτερον σκοπὸν ἑλόμενοι ἢ τὴν πρὸς τὸν θεὸν εὐαρέστησιν, οὐχὶ δὲ διὰ τὰ ἆθλα τῶν πόνων. οἳ μὲν γὰρ φιλοδοξίᾳ, οἳ δὲ εὐλαβείᾳ κολάσεως ἄλλης δριμυτέρας, οἳ δὲ διά τινας ἡδονὰς καὶ εὐφροσύνας τὰς μετὰ θάνατον ὑπομένοντες παῖδες ἐν πίστει. μακάριοι μέν, οὐδέπω δὲ ἄνδρες ἐν ἀγάπῃ τῇ πρὸς τὸν θεὸν καθάπερ ὁ γνωστικὸς γεγονότες (εἰσὶ γάρ, εἰσὶ καθάπερ ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς. οὕτως δὲ καὶ κατὰ τὴν ἐκκλησίαν στέφανοι ἀνδρῶν τε καὶ παίδων)· ἡ δὲ ἀγάπη αὐτὴ δι᾿ αὑτὴν αἱρετή, οὐ δι᾿ ἄλλο τι. σχεδὸν οὖν τῷ γνωστικῷ μετὰ γνώσεως ἡ τελειότης τῆς ἀνδρείας ἐκ τῆς τοῦ βίου συνασκήσεως αὔξεται. μελετήσαντος ἀεὶ τῶν παθῶν κρατεῖν.

Ἄφοβον οὖν καὶ ἀδεᾶ καὶ πεποιθότα ἐπὶ κύριον ἡ ἀγάπη ἀλείφουσα καὶ γυμνάσασα κατασκευάζει τὸν ἴδιον ἀθλητήν, ὥσπερ δικαιοσύνη τὸ διὰ παντὸς ἀληθεύειν αὐτῷ τοῦ βίου περιποιεῖ. δικαιοσύνης γὰρ ἦν ἐπιτομὴ φάναι· »ἔσται ὑμῶν τὸ ναὶ καὶ τὸ οὒ οὔ.« ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς σωφροσύνης. οὔτε γὰρ διὰ φιλοτιμίαν (καθάπερ οἱ ἀθληταὶ στεφάνων καὶ εὐδοξίας χάριν) οὔτ᾿ οὖ διὰ φιλοχρηματίαν (ὥς τινες προσποιοῦνται σωφρονεῖν, πάθει δεινῷ τὸ ἀγαθὸν μεταδιώκοντες), οὐ μὴν οὐδὲ διὰ φιλοσωματίαν ὑγείας χάριν, ἀλλ᾿ οὐδὲ δι᾿ ἀγροικίαν ἐγκρατὴς καὶ ἄγευστος ἡδονῶν οὐδεὶς κατ᾿ ἀλήθειαν σώφρων (ἀμέλει γευσάμενοι τῶν ἡδονῶν οἱ τὸν ἐργάτην τρίβοντες βίον αὐτίκα μάλα καταγνύουσι τὸ ἀκαμπὲς τῆς ἐγκρατείας εἰς τὰς ἡδονάς). τοιοῦτοι δὲ καὶ οἱ νόμῳ καὶ φόβῳ κωλυόμενον καιρὸν γὰρ λαβόντες παρακλέπτουσι κλέπτουσι τὸν νόμον, ἀποδιδράσκοντες τὰ καλά. ἡ δὲ δι᾿ αὑτὴν αἱρετὴ σωφροσύνη, κατὰ τὴν γνῶσιν τελειουμένη ἀεί τε παραμένουσα, κύριον καὶ αὐτοκράτορα τὸν ἄνδρα κατασκευάζει, ὡς εἶναι τὸν γνωστικὸν σώφρονα καὶ ἀπαθῆ, ταῖς ἡδοναῖς τε καὶ λύπαις ἄτεγκτον, ὥσπερ φασὶ τὸν ἀδάμαντα τῷ πυρί.

[7.11.68] Τούτων οὖν αἰτία ἡ ἁγιωτάτη καὶ κυριωτάτη πάσης ἐπιστήμης ἀγάπη· διὰ γὰρ τὴν τοῦ ἀρίστου καὶ ἐξοχωτάτου θεραπείαν. ὃ δὴ τῷ ἑνὶ χαρακτηρίζεται, φίλον ὁμοῦ καὶ υἱὸν τὸν γνωστικὸν ἀπεργάζεται, »τέλειον« ὡς ἀληθῶς »ἄνδρα εἰς μέτρον ἡλικίας« αὐξήσαντα. ἀλλὰ καὶ [ἡ] ὁμόνοια ἡ περὶ ταὐτὸ πρᾶγμα συγκατάθεσίς ἐστι, τὸ δὲ ταὐτὸν ἕν ἐστιν, ἥ τε φιλία δι᾿ ὁμοιότητος περαίνεται, τῆς κοινότητος ἐν τῷ ἑνὶ κειμένης. ὁ ἄρα γνωστικός, τοῦ ἑνὸς ὄντως θεοῦ ἀγαπητικὸς ὑπάρχων, τέλειος ὄντως ἀνὴρ καὶ φίλος τοῦ θεοῦ, ἐν υἱοῦ καταλεγεὶς τάξει. ταυτὶ γὰρ ὀνόματα εὐγενείας καὶ γνώσεως καὶ τελειότητος κατὰ τὴν τοῦ θεοῦ ἐποπτείαν, ἣν κορυφαιοτάτην προκοπὴν ἡ γνωστικὴ ψυχὴ λαμβάνει, καθαρὰ τέλεον γενομένη, »πρόσωπον«, φησί, »πρὸς πρόσωπον« ὁρᾶν ἀιδίως καταξιουμένη τὸν παντοκράτορα θεόν. πνευματικὴ γὰρ ὅλη γενομένη πρὸς τὸ συγγενὲς χωρήσασα ἐν πνευματικῇ τῇ ἐκκλησίᾳ μένει εἰς τὴν ἀνάπαυσιν τοῦ θεοῦ.