Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 10

Capítulo 10

[7.10.55] Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον, σύμφωνος καὶ ὁμόλογος ἑαυτῇ τε καὶ τῷ θείῳ λόγῳ. διὰ ταύτης γὰρ τελειοῦται ἡ πίστις, ὡς τελείου τοῦ πιστοῦ ταύτῃ μόνως γιγνομένου. πίστις μὲν οὖν ἐνδιάθετόν τί ἐστιν ἀγαθόν, καὶ ἄνευ τοῦ ζητεῖν τὸν θεὸν ὁμολογοῦσα εἶναι τοῦτον καὶ δοξάζουσα ὡς ὄντα. ὅθεν χρή, ἀπὸ ταύτης ἀναγόμενον τῆς πίστεως καὶ αὐξηθέντα ἐν αὐτῇ χάριτι τοῦ θεοῦ, τὴν περὶ αὐτοῦ κομίσασθαι ὡς οἷόν τέ ἐστιν γνῶσιν. γνῶσιν δὲ σοφίας τῆς κατὰ διδασκαλίαν ἐγγινομένης διαφέρειν φαμέν. ᾗ μὲν γάρ τί ἐστι γνῶσις, ταύτῃ πάντως καὶ σοφία τυγχάνει, ᾗ δέ τι σοφία. οὐ πάντως γνῶσις. ἐν μόνῃ γὰρ τῇ τοῦ προφορικοῦ λόγου * τὸ τῆς σοφίας ὄνομα φαντάζεται. πλὴν ἀλλὰ τὸ μὴ διστάσαι περὶ θεοῦ, πιστεῦσαι δὲ θεμέλιος γνώσεως, ἄμφω δὲ ὁ Χριστός, ὅ τε θεμέλιος ἥ τε ἐποικοδομή, δι᾿ οὗ καὶ ἡ ἀρχὴ καὶ τὰ τέλη. καὶ τὰ μὲν ἄκρα οὐ διδάσκεται, ἥ τε ἀρχὴ καὶ τὸ τέλος, πίστις λέγω καὶ ἡ ἀγάπη, ἡ γνῶσις δὲ ἐκ παραδόσεως διαδιδομένη κατὰ χάριν θεοῦ τοῖς ἀξίους σφᾶς αὐτοὺς τῆς διδασκαλίας παρεχομένοις οἷον παρακα ταθήκη ἐγχειρίζεται, ἀφ᾿ ἧς τὸ τῆς ἀγάπης ἀξίωμα ἐκλάμπει ἐκ φωτὸς εἰς φῶς. εἴρηται γὰρ »τῷ ἔχοντι προστεθήσεται«, τῇ μὲν πίστει ἡ γνῶσις, τῇ δὲ γνώσει ἡ ἀγάπη, τῇ ἀγάπῃ δὲ ἡ κληρονομία.

[7.10.56] γίνεται δὲ τοῦτο, ὁπόταν τις κρεμασθῇ τοῦ κυρίου διά τε πίστεως διά τε γνώσεως διά τε ἀγάπης καὶ συναναβῇ αὐτῷ ἔνθα ἐστὶν ὁ τῆς πίστεως ἡμῶν καὶ ἀγάπης θεὸς καὶ φρουρός· ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευῆς καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολὴν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον δικαιοσύνης κατ᾿ ἐπίτασιν προεληλυθέναι. αὕτη πρὸς τέλος ἄγει τὸ ἀτελεύτητον καὶ τέλειον, προδιδάσκουσα τὴν ἐσομένην ἡμῖν κατὰ τὸν θεὸν μετὰ θεῶν δίαιταν, ἀπολυθέντων ἡμῶν κολάσεως καὶ τιμωρίας ἁπάσης. ἃς ἐκ τῶν ἁμαρτημάτων εἰς παιδείαν ὑπομένομεν σωτήριον· μεθ᾿ ἣν ἀπολύτρωσιν τὸ γέρας καὶ αἱ τιμαὶ τελειωθεῖσιν ἀποδίδονται, πεπαυμένοις μὲν τῆς καθάρσεως, πεπαυμένοις δὲ καὶ λειτουργίας τῆς ἄλλης, κἂν ἁγία ᾖ καὶ ἐν ἁγίοις· ἔπειτα καθαροὺς τῇ καρδίᾳ γενομένους κατὰ τὸ προσεχὲς τοῦ κυρίου προσμένει τῇ θεωρίᾳ τῇ ἀιδίῳ ἀποκατάστασις. καὶ θεοὶ τὴν προσηγορίαν κέκληνται, [οἱ] σύνθρονοι τῶν ἄλλων θεῶν, τῶν ὑπὸ τῷ σωτῆρι πρώτων τεταγμένων, γενησόμενοι. ταχεῖα τοίνυν εἰς κάθαρσιν ἡ γνῶσις καὶ ἐπιτήδειος εἰς τὴν ἐπὶ τὸ κρεῖττον εὐπρόσδεκτον μεταβολήν.

[7.10.57] ὅθεν καὶ ῥᾳδίως εἰς τὸ συγγενὲς τῆς ψυχῆς θεῖόν τε καὶ ἅγιον μετοικίζει καὶ διά τινος οἰκείου φωτὸς διαβιβάζει τὰς προκοπὰς τὰς μυστικὰς τὸν ἄνθρωπον, ἄχρις ἂν εἰς τὸν κορυφαῖον ἀποκαταστήσῃ τῆς ἀναπαύσεως τόπον, τὸν καθαρὸν τῇ καρδίᾳ πρόσωπον πρὸς πρόσωπον ἐπιστημονικῶς καὶ καταληπτικῶς τὸν θεὸν ἐποπτεύειν διδάξασα. ἐνταῦθα γάρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις, πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι, ὅπου ἐστὶν προσεχῶς ὑποτεταγμένη. ἡ μὲν οὖν πίστις σύντομός ἐστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις, ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βέβαιος, διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένη τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ᾿ ἐπιστήμης [καὶ] καταληπτὸν παραπέμπουσα. καί μοι δοκεῖ πρώτη τις εἶναι μεταβολὴ σωτήριος ἡ ἐξ ἐθνῶν εἰς πίστιν, ὡς προεῖπον, δευτέρα δὲ ἡ ἐκ πίστεως εἰς γνῶσιν· ἣ δέ, εἰς ἀγάπην περαιουμένη, ἐνθένδε ἤδη φίλον φίλῳ τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ παρίστησιν. καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ »ἰσάγγελος« εἶναι. μετὰ γοῦν τὴν ἐν σαρκὶ τελευταίαν ὑπεροχὴν ἀεὶ κατὰ τὸ προσῆκον ἐπὶ τὸ κρεῖττον μεταβάλλων, εἰς τὴν πατρῴαν αὐλὴν ἐπὶ τὴν κυριακὴν ὄντως διὰ τῆς ἁγίας ἑβδομάδος ἐπείγεται μονήν, ἐσόμενος, ὡς εἰπεῖν, φῶς ἑστὸς καὶ μένον ἀιδίως, πάντῃ πάντως ἄτρεπτον.

[7.10.58] Ὁ πρῶτος τῆς κυριακῆς ἐνεργείας τρόπος τῆς εἰρημένης ἡμῖν κατὰ τὴν θεοσέβειαν ἀμοιβῆς δεῖγμα. πολλῶν ὅσων μαρτυρίων ὄντων παραστήσομαι ἓν κεφαλαιωδῶς πρὸς τοῦ προφήτου Δαβὶδ ὧδέ πως εἰρημένον· »τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ· οὗτος λήψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.« συντόμως, οἶμαι, τὸν γνωστικὸν ἐμήνυσεν ὁ προφήτης· κατὰ παραδρομὴν ⟨δ᾿⟩, ὡς ἔοικεν, ἡμῖν θεὸν εἶναι τὸν σωτῆρα ἀπέδειξεν ὁ Δαβὶδ »πρόσωπον« αὐτὸν εἰπὼν »τοῦ θεοῦ Ἰακώβ«, τὸν εὐαγγελισάμενον καὶ διδάξαντα περὶ τοῦ πατρός. διὸ καὶ ὁ ἀπόστολος »χαρακτῆρα τῆς δόξης τοῦ πατρὸς« τὸν υἱὸν προσεῖπεν, τὸν τὴν ἀλήθειαν περὶ τοῦ θεοῦ διδάξαντα καὶ χαρακτηρίσαντα ὅτι »θεὸς καὶ πατὴρ εἷς« καὶ μόνος ὁ παντοκράτωρ, »ὃν οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ«. ἕνα δὲ εἶναι τὸν θεὸν διὰ τοῦ »ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακὼβ« μεμήνυται, ὃν »μόνον« ὄντα θεὸν πατέρα »ἀγαθὸν« χαρακτηρίζει ὁ σωτὴρ ἡμῶν καὶ θεός. ἡ γενεὰ δὲ τῶν ζητούντων αὐτὸν »τὸ γένος« ἐστὶ »τὸ ἐκλεκτόν«, τὸ ζητητικὸν εἰς γνῶσιν.

[7.10.59] Διὰ τοῦτο καὶ ὁ ἀπόστολός φησιν· »οὐδὲν ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ.« καίτοι πράσσεταί τινα καὶ πρὸς τῶν μὴ γνωστικῶν ὀρθῶς, ἀλλ᾿ οὐ κατὰ λόγον, οἷον ἐπὶ ἀνδρείας. ἔνιοι γὰρ ἐκ φύσεως θυμοειδεῖς γενόμενοι, εἶτα ἄνευ τοῦ λόγου τοῦτο θρέψαντες, ἀλόγως ἐπὶ τὰ πολλὰ ὁρμῶσι καὶ ὅμοια τοῖς ἀνδρείοις δρῶσιν, ὥστε ἐνίοτε τὰ αὐτὰ κατορθοῦν οἷον βασάνους ὑπομένειν εὐκόλως, ἀλλ᾿ οὔτε ἀπὸ τῆς αὐτῆς αἰτίας τῷ γνωστικῷ οὔτε καὶ τὸ αὐτὸ προθέμενοι, οὐδ᾿ »ἂν τὸ σῶμα ἅπαν ἐπιδιδῶσιν«· »ἀγάπην γὰρ οὐκ ἔχουσι« κατὰ τὸν ἀπόστολον τὴν διὰ τῆς γνώσεως γεννωμένην. πᾶσα οὖν ἡ διὰ τοῦ ἐπιστήμονος πρᾶξις εὐπραγία, ἡ δὲ διὰ τοῦ ἀνεπιστήμονος κακοπραγία, κἂν ἔνστασιν σῴζῃ. ἐπεὶ μὴ ἐκ λογισμοῦ ἀνδρίζεται μηδὲ ἐπί τι χρήσιμον τῶν ἐπὶ ἀρετὴν καὶ ἀπὸ ἀρετῆς καταστρεφόντων τὴν πρᾶξιν κατευθύνει. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, ὥστε καὶ ἐπὶ θεοσεβείας ἀνὰ λόγον. οὐ μόνον τοίνυν τοιοῦτος ἡμῖν κατὰ τὴν ὁσιότητα ὁ γνωστικός, ἀκόλουθα δὲ τῇ ἐπιστημονικῇ θεοσεβείᾳ καὶ τὰ περὶ τὴν ἄλλην πολιτείαν ἐπαγγέλματα. τὸν βίον γὰρ τοῦ γνωστικοῦ διαγράφειν ἡμῖν πρόκειται τὰ νῦν, οὐχὶ τὴν τῶν δογμάτων θεωρίαν παρατίθεσθαι, ἣν ὕστερον κατὰ τὸν ἐπιβάλλοντα καιρὸν ἐκθησόμεθα, σῴζοντες ἅμα καὶ τὴν ἀκολουθίαν.