Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 8

Capítulo 8

[4.8.56] ἐπεὶ οὐ μόνον † Αἰσώπιοι καὶ Μακεδόνες καὶ Λάκωνες στρεβλούμενοι ἐκαρτέρουν, ὥς φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, ἀλλὰ καὶ Ζήνων ὁ Ἐλεάτης ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων ἀντέσχεν πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος, ὅς γε καὶ τελευτῶν τὴν γλῶσσαν ἐκτρώγων προσέπτυσε τῷ τυράννῳ, ὃν οἳ μὲν Νέαρχον, οἳ δὲ Δημύλον προσαγορεύουσιν. ὁμοίως δὲ καὶ Θεόδοτος ὁ Πυθαγόρειος ἐποίησεν καὶ Πραΰλος ὁ Λακύδου γνώριμος, ὥς φησι Τιμόθεος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ τῆς τῶν φιλοσόφων ἀνδρείας καὶ Ἀχαϊκὸς ἐν τοῖς Ἠθικοῖς. ἀλλὰ καὶ Πόστουμος ὁ Ῥωμαῖος ληφθείς ὑπὸ Πευκετίωνος οὐχ ὅπως τι τῶν κεκρυμμένων οὐκ ἐδήλωσεν, ἀλλὰ καὶ τὴν χεῖρα ἐπὶ τοῦ πυρὸς θεὶς καθαπερεὶ χαλκὸν κατέτηκεν ἀτρέπτῳ πάνυ τῷ παραστήματι. τὰ γὰρ Ἀναξάρχου σιωπῶ “πτίσσε” ἐπιβοῶντος “τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις”, ὁπηνίκα πρὸς τοῦ τυράννου ὑπέροις σιδηροῖς ἐπτίσσετο.

[4.8.57] Οὔτ’ οὖν ἡ τῆς εὐδαιμονίας ἐλπὶς οὔθ’ ἡ πρὸς τὸν θεὸν ἀγάπη δυσανασχετεῖ πρὸς τὰ ὑποπίπτοντα, μένει δὲ ἐλευθέρα, κἂν θηρίοις τοῖς ἀγριωτάτοις, κἂν τῷ παμφάγῳ ὑποπέσῃ πυρί, κἂν κατακτείνηται βασάνοις τυραννικαῖς, τῆς θείας ἀπαρτωμένη φιλίας ἀδούλωτος ἄνω περιπολεῖ, τὸ σῶμα παραδοῦσα τοῖς τούτου μόνου ἔχεσθαι δυναμένοις. Γέται δὲ ἔθνος βάρβαρον οὐκ ἄγευστον φιλοσοφίας πρεσβευτὴν αἱροῦνται πρὸς Ζάμολξιν ἥρωα κατ’ ἔτος. ὁ δὲ Ζάμολξις ἦν τῶν Πυθαγόρου γνωρίμων.

[4.8.58] ἀποσφάττεται οὖν ὁ δοκιμώτατος κριθεὶς ἀνιωμένων τῶν φιλοσοφησάντων μέν, οὐχ αἱρεθέντων δέ, ὡς ἀποδεδοκιμασμένων εὐδαίμονος ὑπηρεσίας. μεστὴ μὲν οὖν πᾶσα ἡ ἐκκλησία τῶν μελετησάντων τὸν ζωοποιὸν θάνατον εἰς Χριστὸν παρ’ ὅλον τὸν βίον καθάπερ ἀνδρῶν οὕτω δὲ καὶ γυναικῶν σωφρόνων. ἔξεστι γὰρ τῷ καθ’ ἡμᾶς πολιτευομένῳ καὶ ἄνευ γραμμάτων φιλοσοφεῖν, κἂν βάρβαρος ᾖ κἂν Ἕλλην κἂν δοῦλος κἂν γέρων κἂν παιδίον κἂν γυνή· κοινὴ τὰρ ἁπάντων τῶν ἀνθρώπων τῶν γε ἑλομένων ἡ σωφροσύνη· ὡμολόγηται δ’ ἡμῖν τὴν αὐτὴν φύσιν κατὰ γένος ἕκαστον τὴν αὐτὴν καὶ ἴσχειν ἀρετήν.

[4.8.59] οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχει⟨ν⟩ ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται, ἀλλ’ ἢ τὴν αὐτήν, ὥστε καὶ τὴν ἀρετήν. εἰ δὲ ἀνδρὸς ἀρετὴ σωφροσύνη δήπουθεν καὶ δικαιοσύνη καὶ ὅσαι ταύταις ἀκόλουθοι νομίζονται, ⟨ἆρ’⟩ ἀνδρὶ μόνῳ ἐναρέτῳ εἶναι προσήκει, γυναικὶ δὲ ἀκολάστῳ καὶ ἀδίκῳ; ἀλλὰ ἀπρεπὲς τοῦτο καὶ λέγειν. σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν. τὸ μὲν τοίνυν τὴν αὐτὴν εἶναι φύσιν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, καθὸ θῆλύ ἐστιν, οὐ φαμέν· πάντως γάρ τινα καὶ διαφορὰν ὑπάρχειν προσῆκεν ἑκατέρῳ τούτων, δἰ ἣν τὸ μὲν θῆλυ αὐτῶν, τὸ δὲ ἄρρεν γέγονεν· τὸ γοῦν κυοφορεῖν καὶ τὸ τίκτειν τῇ γυναικὶ προσεῖναί φαμεν, καθό θήλεια τυγχάνει, οὐ καθὸ ἄνθρωπος· εἰ δὲ μηδὲν ἦν τὸ διάφορον ἀνδρὸς καὶ γυναικός, τὰ αὐτά ἄν ἑκάτερον αὐτῶν ἔδρα τε καὶ ἔπασχεν.

[4.8.60] ᾗ μὲν τοίνυν ταὐτόν ἐστι, κατὰ ψυχήν, ταύτῃ ἐπὶ τὴν αὐτὴν ἀφίξεται ἀρετήν· ᾗ δὲ διάφορον, κατὰ τὴν δώματος ἰδιότητα, ἐπὶ τὰς κυήσεις καὶ τὴν οἰκουρίαν, “θέλω γὰρ ὑμᾶς”, φησὶν ὁ ἀπόστολος, “εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ.” ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν, οὕτω καὶ τὴν γυναῖκα σώφρονά τε ὁμοίως ἀξιώσαιμεν ⟨ἂν⟩ εἶναι καὶ πρὸς τὰς ἡδονὰς διαμάχεσθαι μεμελετηκυῖαν· “λέγω δέ· πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε”, ἡ ἀποστολικὴ συμβουλεύει ἐντολή· “ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. ταῦτα” οὖν “ἀντίκειται” οὐχ ὡς κακὸν ἀγαθῷ, ἀλλ’ ὡς συμφερόντως μαχόμενα. ἐπιφέρει γοῦν·

[4.8.61] “ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε.” “φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία, φαρμακεῖαι, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοί, ἐριθίαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἐγκράτεια, ἀγαθωσύνη, πίστις, πραότης.” “σάρκα”, οἶμαι, τοὺς ἁμαρτωλούς, ὡς “πνεῦμα” τοὺς δικαίους εἴρηκεν. ναὶ μὴν τὸ τῆς ἀνδρείας πρὸς τὸ εὐθαρσὲς καὶ τὸ ὑπομονητικὸν παραληπτέον, ὡς τῷ τύπτοντι τὴν σιαγόνα παραθεῖναι τὴν ἑτέραν καὶ τῷ τὸ ἱμάτιον αἴροντι καὶ τοῦ χιτῶνος παραχωρεῖν θυμοῦ κρατοῦντας ἐρρωμένως. οὐ γάρ τινας Ἀμαζόνας τὰ πολεμικὰ ἀνδρείας ἀσκοῦμεν τὰς γυναῖκας, ὅπου γε καὶ τοὺς ἄνδρας εἰρηνικοὺς εἶναι βουλόμεθα.

[4.8.62] ἀκούω δ’ ἔγωγε καὶ Σαυρομάτιδας γυναῖκας πολέμῳ χρωμένας ἀνδρῶν οὐκ ἔλαττον, καὶ Σακίδας ἄλλας, αἳ τοξεύουσιν εἰς τοὐπίσω φεύγειν προσποιούμεναι τοῖς ἀνδράσιν ἐπ’ ἴσης. οἶδα καὶ τὰς πλησίον τῆς Ἰβηρίας γυναῖκας ἔργῳ καὶ πόνῳ χρωμένας ἀνδρικῷ, κἂν πρὸς τὸ ἀποκυεῖν γένωνται οὐδὲν ἀνιείσας τῶν πρακτέων, ἀλλ’ ἐν αὐτῇ πολλάκις τῇ ἁμίλλῃ τῶν πόνων ἡ γυνὴ ἀποκυήσασα τὸ βρέφος ἀνελομένη οἴκαδε φέρει. ἤδη γοῦν αἱ κύνες οὐδὲν ἔλαττον τῶν ἀρρένων καὶ οἰκουροῦσι καὶ θηρεύουσι καὶ τὰς ποίμνας φυλάττουσι. “ Κρῆσσα κύων ἐλάφοιο κατ’ ἴχνιον ἔδραμε Γοργώ. ” φιλοσοφητέον οὖν καὶ ταῖς γυναιξὶν ἐμφερῶς τοῖς ἀνδράσι, κἂν βελτίους οἱ ἄρρενες τά ⟨τε⟩ πρῶτα ἐν πᾶσι φερόμενοι τυγχάνωσιν, ἐκτὸς εἰ μὴ καταμαλακισθεῖεν.

[4.8.63] ἀναγκαῖον οὖν σύμπαντι τῷ τῶν ἀνθρώπων γένει παιδεία τε καὶ ἀρετή, εἴ γε ἐπὶ τὴν εὐδαιμονίαν σπεύδοιεν. καί πως οὐ μάτην Εὐριπίδης ποικίλως γράφει· ποτὲ μὲν “ πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος γήμῃ τὴν εὐδοκιμοῦσαν· ” ποτὲ δὲ πᾶσα γὰρ δούλη ἐστὶν ἀνδρὸς ἡ σώφρων γυνή, ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόντα ὑπερφέρει. “ οὐ μὲν γὰρ κρεῖσσον καὶ ἄρειον ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή. ” κεφαλὴ τοίνυν τὸ ἡγεμονικόν. εἰ δὲ “κύριος κεφαλὴ τοῦ ἀνδρός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ,” κύριος ὁ ἀνὴρ τῆς γυναικός, “εἰκὼν καὶ δόξα θεοῦ” ὑπάρχων.

[4.8.64] διὸ καὶ ἐν τῇ πρὸς Ἐφεσίους γράφει· “ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ θεοῦ· αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς ὁ σωτὴρ τοῦ σώματος. ἀλλ’ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν· οὕτω καὶ οἱ ἄνδρες ὀφείλουσιν ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν.”

[4.8.65] κἀν τῇ πρὸς Κολοσσαεῖς “αἱ γυναῖκες” φησίν, “ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνήκει ἐν κυρίῳ. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστον τῷ κυρίῳ. οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον. καὶ πᾶν ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ δουλεύοντες καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. τῷ γὰρ κυρίῳ Χριστῷ δουλεύετε· ὁ γὰρ ἄδικος κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστι προσωποληψία. οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ,” “ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.”

[4.8.66] εἰκὼν δὲ τῆς οὐρανίου ἐκκλησίας ἡ ἐπίγειος, ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ· “ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν, οὕτως καὶ ἡμεῖς. ἐπὶ πᾶσι δὲ τούτοις ἡ ἀγάπη, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.” οὐδὲν γὰρ κωλύει πολλάκις τὴν αὐτὴν παρατίθεσθαι γραφὴν εἰς ἐντροπὴν Μαρκίωνος, ἤν πως μεταβάληται πεισθείς, εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ τῷ καλέσαντι ἡμᾶς καὶ εὐαγγελισαμένῳ ἐν σώματι.

[4.8.67] Σαφῶς ἡμῖν ἐκ τούτων ἡ ἐκ πίστεως ἑνότης καὶ τίς ὁ τέλειος δέδεικται, ὥστε καὶ ἀκόντων τινῶν καὶ τὰ πλεῖστα ἐνισταμένων, κἂν κολάσεις ἐπαρτῶνται πρὸς τοῦ ἀνδρὸς ἢ πρὸς τοῦ δεσπότου, φιλοσοφήσει ὅ τε οἰκέτης ἥ τε γυνή. ναὶ μὴν καὶ ἐλεύθερος, κἂν ⟨πρὸς⟩ τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους ἐσχάτους περιέλκηται περί τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδ’ ὁπωστιοῦν· οὐδὲ ἀπαυδήσει ποτὲ ἡ μὲν γυνὴ φαύλῳ συνοικοῦσα ἀνδρί, ὁ δὲ υἱὸς ἐὰν φαῦλον ἔχῃ πατέρα ἢ πονηρὸν δεσπότην ὁ οἰκέτης, τῆς ἀρετῆς ἐχόμενοι γενναίως· ἀλλ’ ὡς ἀνδρὶ ἀποθνῄσκειν καλὸν ὑπέρ τε ἀρετῆς ὑπέρ τε ἐλευθερίας ὑπέρ τε ἑαυτοῦ, ὡσαύτως καὶ γυναικί· οὐ γὰρ τῆς τῶν ἀρρένων φύσεως τοῦτο ἴδιον, ἀλλὰ τῆς τῶν ἀγαθῶν.

[4.8.68] πιστῶς οὖν καὶ ὁ πρεσβύτης καὶ ὁ νέος καὶ ὁ οἰκέτης ὑπακούων ταῖς ἐντολαῖς βιώσεταί τε καί, ἐὰν δέῃ, τεθνήξεται, ὅπερ ἂν εἴη διὰ θανάτου ζωοποιηθῆναι. ἴσμεν γοῦν καὶ παῖδας καὶ οἰκέτας καὶ γυναῖκας πολλάκις ἀκόντων πατέρων καὶ δεσποτῶν καὶ ἀνδρῶν βελτίστους γεγονέναι. οὔκουν ἔλαττον προθυμεῖσθαι χρὴ τοὺς μέλλοντας θεοσεβῶς ζήσειν, ἐπειδὰν εἴργειν αὐτούς τινες δοκῶσιν, ἀλλὰ πολὺ πλέον οἶμαι προσήκειν σπεύδειν τε καὶ ἀγωνίζεσθαι διαφερόντως, ὅπως ἂν μὴ ἡττηθέντες ἀποπέσωσι τῶν ἀρίστων καὶ ἀναγκαιοτάτων βουλευμάτων. οὐ γὰρ οἶμαι σύγκρισιν ἐπιδέχεσθαι πότερον ἄμεινον θιασώτην γενέσθαι τοῦ παντοκράτορος ἢ τὸ τῶν δαιμόνων ἑλέσθαι σκότος. τὰ μὲν γὰρ ἄλλων ἕνεκα πραττόμενα ἡμῖν ἑκάστοτε πράξαιμεν ἂν εἰς ἐκείνους ἀποβλέπειν πειρώμενοι, ὧν ἕνεκα γίνεσθαι δοκεῖ, μέτρον ἡγούμενοι τοῦτο τὸ [ἐν] ἐκείνοις κεχαρισμένον· ἃ δὲ αὑτῶν μᾶλλον ἤ τινων ἑτέρων, ταῦτα ἂν ἡμῖν γίγνοιτο μετὰ τῆς ἴσης σπουδῆς, ἐάν τε ἀρέσκειν τισὶ δοκῇ ἐάν τε καὶ μή.

[4.8.69] εἰ δὴ τῶν ἀδιαφόρων ἔνια τοιαύτην εἴληχε τιμὴν ὥστε καὶ ἀκόντων τινῶν αἱρετὰ εἶναι δοκεῖν, πολὺ δὲ πλέον τὴν ἀρετὴν περιμάχητον νομιστέον, μὴ εἰς ἄλλο τι ἀφορῶντας, ἀλλὰ εἰς αὐτὸ τὸ καλῶς πραχθῆναι δυνάμενον, ἐάν τε ἑτέρως δοκῇ τισιν ἐάν τε καὶ μή. καλῶς οὖν καὶ Ἐπίκουρος Μενοικεῖ γράφων· “μήτε νέος τις ὢν μελλέτω φιλοσοφεῖν, μήτε γέρων ὑπάρχων κοπιάτω φιλοσοφῶν. οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαίνειν. ὁ δὲ λέγων μήπω τοῦ φιλοσοφεῖν ὑπάρχειν [ὥραν] ἢ παρεληλυθέναι τὴν ὥραν ὅμοιός ἐστι τῷ λέγοντι πρὸς εὐδαιμονίαν ἢ μήπω παρεῖναι τὴν ὥραν ἢ μηκέτ’ εἶναι [τὴν ὥραν]. ὥστε φιλοσοφητέον καὶ νεωτέρῳ καὶ γέροντι, τῷ μὲν ὅπως γηράσκων νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν τῶν γεγονότων, τῷ δὲ ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν τῶν μελλόντων.”