Capítulo 7
[4.7.42] Εἶτα ὁ μὲν ψευσάμενος καὶ ἑαυτὸν ἄπιστον δείξας καὶ μεταστὰς εἰς τὴν τοῦ διαβόλου στρατείαν ἐν τίνι, οἰόμεθα, ἔστι κακῷ; ψεύδεται τοίνυν τὸν κύριον, μᾶλλον δὲ τὴν ἑαυτοῦ διέψευσται ἐλπίδα ὃς οὐ πιστεύει τῷ θεῷ. οὐ πιστεύει δὲ ὁ μὴ ποιῶν ἃ ἐνετείλατο. τί δέ; οὐχ ἑαυτὸν ἀρνεῖται ὁ ἀρνούμενος τὸν κύριον; οὐ γὰρ ἀφαιρεῖται τῆς κυρίας τὸν δεσπότην ὅ γε καὶ στερίσκων αὑτὸν τῆς πρὸς ἐκεῖνον οἰκειότητος. ὁ τοίνυν ἀρνούμενος τὸν σωτῆρα ἀρνεῖται τὴν ζωήν, ὅτι “ζωὴ ἦν τὸ φῶς”. ὀλιγοπίστους τούτους οὐ λέγει, ἀλλὰ ἀπίστους καὶ ὑποκριτάς, τὸ μὲν ὄνομα ἐπιγεγραμμένους, τὸ δ’ εἶναι πιστοὺς ἀρνουμένους· πιστὸς δὲ εἴρηται καὶ δοῦλος καὶ φίλος. ὥστε εἴ τις ἑαυτὸν ἀγαπᾷ, ἀγαπᾷ τὸν κύριον καὶ ὁμολογεῖ τὴν σωτηρίαν.
[4.7.43] ἵνα σώσῃ τὴν ψυχήν. καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον δἰ ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), ⟨θανῇ⟩ θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ ἐκείνου ἕνεκεν παθών· καὶ μή τι διὰ τοῦτο ἀδελφὸς εἴρηται· ⟨ὅτι⟩ ὁ δἰ ἀγάπην τὴν πρὸς τὸν θεὸν παθὼν διὰ τὴν ἰδίαν ἔπαθε σωτηρίαν ὅ τε αὖ διὰ τὴν ἰδίαν ἀποθνῄσκων σωτηρίαν διὰ τὴν ἀγάπην ὑπομένει τοῦ κυρίου. καὶ γὰρ αὐτὸς ζωὴ ὢν δἰ οὓς ἔπαθεν παθεῖν ἠθέλησεν, ἵνα τῷ πάθει ζήσωμεν αὐτοῦ· “τί με λέγετε· κύριε κύριε,” φησί, “καὶ οὐ ποιεῖτε ἃ λέγω;” ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ ἑκὼν τούτῳ ἑαυτὸν πέπρακεν· ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθ’ ἑκάστην πρᾶξιν μαρτυροῦσι, ποιοῦντες μὲν ὃ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ δἰ ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι, οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες. “εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν,” λέγει. “ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.”
[4.7.44] Τοῖς δὲ ἀθλίοις τῶν ἀνθρώπων θάνατος εἶναι ὁ βιαιότατος ἡ δἰ αἵματος μαρτυρία τοῦ κυρίου δοκεῖ, οὐκ εἰδόσι τῆς ὄντως οὔσης ζωῆς ἀρχὴν εἶναι τὴν τοιαύτην τοῦ θανάτου πύλην. καὶ οὔτε τὰς τιμὰς τὰς μετὰ θάνατον τῶν ὁσίως βεβιωκότων οὔτε τὰς κολάσεις τῶν ἀδίκως καὶ ἀσελγῶς πεπολιτευμένων συνεῖναι βούλονται, οὐκ ἐκ τῶν ἡμετέρων μόνον λέγω γραφῶν (σχεδὸν γὰρ πᾶσαι αἱ ἐντολαὶ ταῦτα μηνύουσιν), ἀλλ’ οὐδὲ τῶν οἰκείων ἐθέλουσιν ὑπακοῦσαι λόγων. Θεανὼ γὰρ ἡ Πυθαγορικὴ γράφει· “ἦν γὰρ ⟨ἂν⟩ τῷ ὄντι τοῖς κακοῖς εὐωχία ὁ βίος πονηρευσαμένοις ἔπειτα τελευτῶσιν, εἰ μὴ ἦν ἀθάνατος ἡ ψυχή, [ἕρμαιον ὁ θάνατος]” καὶ Πλάτων ἐν Φαίδωνι “εἰ μὲν γὰρ ἦν ὁ θάνατος τοῦ παντὸς ἀπαλλαγή, ⟨ἕρμαιον ἂν ἦν⟩” καὶ τὰ ἑξῆς.
[4.7.45] οὐκ ἔστιν οὖν κατὰ τὸν Αἰσχύλου Τήλεφον νοεῖν “ἁπλῆν οἶμον εἰς Ἅιδου φέρειν”, ὁδοὶ δὲ πολλαὶ αἱ ἀπάγουσαι, ἁμαρτίαι πολυπλανεῖς. τούτους, ὡς ἔοικε, τοὺς ἀπίστους διακωμῳδῶν Ἀριστοφάνης “ ἄγετε (φησίν), ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα κηροῦ, σκιοειδέα φῦλα, ἀμενηνοί, ἀπτῆνες, ἐφημέριοι. ” καὶ ὁ Ἐπίχαρμος “αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι.” ἡμῖν δὲ ὁ σωτὴρ εἴρηκεν· “τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής·” διότι “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεὸν” ὁ ἀπόστολος ἐξηγεῖται, “τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.” καὶ ἐπεκδιηγούμενος ἐπιφέρει, ἵνα μὴ ὡς Μαρκίων ἀχαρίστως ἐκδέξηταί τις τὴν δημιουργίαν κακήν· “εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δἰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.” πάλιν τε αὖ· “εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, ὡς συγκληρονόμοι Χριστοῦ.”
[4.7.46] “οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.” ὁρᾷς δἰ ἀγάπην διδασκομένην μαρτυρίαν. κἂν δἰ ἀμοιβὴν ἀγαθῶν ἐθελήσῃς μαρτυρῆσαι, ἀκούσῃ πάλιν· “τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δἰ ὑπομονῆς ἀπεκδεχόμεθα.” “ἀλλ’ εἰ καὶ πάσχομεν διὰ δικαιοσύνην, μακάριοι,” φησὶν ὁ Πέτρος. “τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες τὴν καλὴν ἀναστροφὴν ὑμῶν ἐν Χριστῷ. κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.”
[4.7.47] Κἄν τις ἐρεσχελῶν λέγῃ· καὶ πῶς οἷόν τέ ἐστι τὴν σάρκα τὴν ἀσθενῆ πρὸς τὰς δυνάμεις καὶ τὰ πνεύματα τῶν ἐξουσιῶν ἀνθίστασθαι; ἀλλ’ ἐκεῖνο γνωριζέτω ὅτι τῷ παντοκράτορι καὶ τῷ κυρίῳ θαρροῦντες ἀντιπολιτευόμεθα ταῖς ἀρχαῖς τοῦ σκότους καὶ τῷ θανάτῳ. “ἔτι σοῦ λαλοῦντος”, φησίν, “ἐρεῖ· ἰδοὺ πάρειμι.” ὅρα τὸν ἀήττητον βοηθόν, τὸν ὑπερασπίζοντα ἡμῶν. “μὴ ξενίζεσθε τοίνυν”, ὁ Πέτρος λέγει, “τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος, ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται·” “καθάπερ γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.”
[4.7.48] “ ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός, οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας πύθοἰ ἂν, οὐδ’ εἰ δεσμὰ πάντα προσβάλοις, ” ἀφόβως ἀνδρεϊζομένη παρὰ τῇ τραγῳδίᾳ λέγει γυνή. ἥ τε Ἀντιγόνη τοῦ Κρεοντείου καταφρονοῦσα κηρύγματος θαρσοῦσά φησιν· “ οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύσσων τάδε· ” θεὸς δὲ ἡμῖν κηρύσσει καὶ πειστέον αὐτῷ· “καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.‹” εἰκότως οὖν Σιμωνίδης γράφει· “ ἔστι τις λόγος τὰν Ἀρετὰν ναίειν δυσαμβάτοις ἐπὶ πέτραις, νυμφᾶν δέ μιν θοᾶν χορὸν ἁγνὸν ἀμφέπειν· οὐδὲ πάντων βλεφάροις θνατῶν ἔσοπτος, ᾧ μὴ δακέθυμος ἱδρὼς ἔνδοθεν μόλῃ ἵκῃ τ’ ἐς ἄκρον ἀνδρείᾳ. ”
[4.7.49] καὶ ὁ Πίνδαρος· “ νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκουσι, λάμπει δὲ χρόνῳ ἔργα μετ’ αἰθέρα λαμπευθέντα. ” ταύτης τῆς ἐννοίας καὶ Αἰσχύλος ἐπιλαβόμενός φησι· “ τῷ πονοῦντι δ’ ἐκ θεῶν ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος. ” “μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι” καθ’ Ἡράκλειτον. “ τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; ” “οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ,” τῷ Τιμοθέῳ γράφει. εἴη δ’ ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον· “ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν·” εἰ δὲ “ὁ θεὸς τῆς ἐλπίδος” οὗτός ἐστιν ᾧ μαρτυροῦμεν, ὥσπερ οὖν ἐστι, τὴν ἐλπίδα ἡμῶν ὁμολογοῦμεν εἰς τὴν ἐλπίδα σπεύδοντες· οἱ δὲ “μεστοὶ τῆς ἀγαθωσύνης πεπληρωμένοι”, φησί, “πάσης τῆς γνώσεως.”
[4.7.50] Ἰνδῶν οἱ φιλόσοφοι Ἀλεξάνδρῳ λέγουσι τῷ Μακεδόνι· “σώματα μὲν μετάξεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δ’ ἡμετέρας οὐκ ἀναγκάσεις ποιεῖν ἃ μὴ βουλόμεθα. πῦρ ἀνθρώποις μέγιστον κολαστήριον· τούτου ἡμεῖς καταφρονοῦμεν.” κἀντεῦθεν Ἡράκλειτος ἓν ἀντὶ πάντων κλέος ᾑρεῖτο τοῖς δὲ πολλοῖς παραχωρεῖν ὁμολογεῖ “κεκορῆσθαι ὅκωσπερ κτήνεσι”. τοῦ σώματος γὰρ οὕνεκα οἱ πολλοὶ πόνοι, “ τοῦδ’ οὕνεκα οἶκον στεγανὸν ἐξευρήκαμεν λευκόν τε ὀρύττειν ἄργυρον σπείρειν τε γῆν, τά τε ἄλλα ὅσα ἡμεῖς ὀνόμασι⟨ν⟩ γινώσκομεν. ”
[4.7.51] τοῖς μὲν οὖν πολλοῖς ἡ ματαιοπονία αὕτη αἱρετή, ἡμῖν δὲ ὁ ἀπόστολός φησι· “τοῦτο δὲ γινώσκομεν, ὅτι ὁ παλαιὸς ἄνθρωπος ἡμῶν συνεσταύρωται, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ.” ἀρ’ οὐκ ἐμφανῶς κἀκεῖνα ἐπιφέρει ὁ ἀπόστολος δεικνὺς τὸν καταισχυμμὸν τῆς πίστεως παρὰ τοῖς πολλοῖς; “δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.”
[4.7.52] τοιαῦτα καὶ τὰ τοῦ Πλάτωνος ἐν Πολιτείᾳ, κἂν στρεβλῶται ὁ δίκαιος κἂν ἐξορύττηται τὼ ὀφθαλμώ, ὅτι εὐδαίμων ἔσται. οὔκουν ἐπὶ τῇ τύχῃ τὸ τέλος ἕξει ποτὲ ὁ γνωστικὸς κείμενον, ἀλλ’ ἐπ’ αὐτῷ τὸ εὐδαιμονεῖν ἂν εἴη καὶ τὸ μακαρίῳ εἶναι βασιλικῷ τε φίλῳ τοῦ θεοῦ· κἂν ἀτιμίᾳ τις περιβάλλῃ τοῦτον φυγῇ τε καὶ δημεύσει καὶ ἐπὶ πᾶσι θανάτῳ, οὐκ ἀποσπασθήσεταί ποτε τῆς ἐλευθερίας καὶ κυριωτάτης πρὸς τὸν θεὸν ἀγάπης, ἣ “πάντα στέγει καὶ πάντα ὑπομένει”· καλῶς πάντα τὴν θείαν διοικεῖν πρόνοιαν πέπεισται ἡ ἀγάπη.
[4.7.53] “παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε”, φησίν. ὁ μὲν οὖν πρῶτος βαθμὸς τῆς σωτηρίας ἡ μετὰ φόβον διδασκαλία, δἰ ἣν ἀπεχόμεθα τῆς ἀδικίας, δεύτερος δὲ ἡ ἐλπίς, δἰ ἣν ἐφιέμεθα τῶν βελτίστων, τελειοῖ δὲ ἡ ἀγάπη, ὡς προσῆκόν ἐστι, γνωστικῶς ἤδη παιδεύουσα.
Ἕλληνες γὰρ οὐκ οἶδ’ ὅπως ἀνάγκῃ δεδωκότες ἀλόγῳ τὰ συμβαίνοντα ἄκοντες πείθεσθαι ὁμολογοῦσιν. ὁ γοῦν Εὐριπίδης λέγει· “ ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει τε τέκνα καὶ ἕτερα σπείρει νέα, αὐτός τε θνῄσκει. καὶ τάδ’ ἄχθονται βροτοί. ” εἶτα ἐπιφέρει· “ ταῦτα δεῖ στέγειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν· οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς. ”
[4.7.54] Πρόκειται δὲ τοῖς τελείωσιν σπεύδουσιν ἡ γνῶσις ἡ λογική, ἧς θεμέλιος ἡ ἁγία τριάς, “πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη.” ἀμέλει “πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ”, φησὶν ὁ ἀπόστολος. καὶ “μηδεὶς τὸ ἑαυτοῦ ζητείτω μόνον, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου”, ὡς ποιεῖν ὁμοῦ καὶ διδάσκειν δύνασθαι οἰκοδομοῦντα καὶ ἐποικοδομοῦντα. ὅτι μὲν γὰρ “τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς”, ὡμολόγηται, ἀλλ’ ἡ συνείδησις τοῦ ἀσθενοῦντος ὑποφέρεται. “συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω. τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.” “ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ κυρίου.”
[4.7.55] τούτοις ὁ γνωστικὸς τοῖς ὅπλοις κορυσσόμενος, ὦ κύριε, φησί, δὸς περίστασιν καὶ λάβε ἐπίδειξιν, ἴτω τὸ δεινὸν τοῦτο, κινδύνων ὑπερφρονῶ διὰ τὴν πρὸς σὲ ἀγάπην· “ ὁθούνεκ’ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει, αὐτὴ δ’ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει. ” “ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε,” οἱ ἐν σώματι ἔτι ὄντες, καθάπερ οἱ παλαιοὶ δίκαιοι ἀπάθειαν ψυχῆς καὶ ἀταραξίαν καρπούμενοι·