Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 20

Capítulo 20

[4.20.125] Φίλανδρον μετὰ σεμνότητος ὑπογράφει γυναῖκα Εὐριπίδης παραινῶν· “ εὖ λέγειν δ’, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ, κἀκπονεῖν ἅν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν. ” καὶ αὖθίς που τούτοις τὰ ὅμοια· “ ἡδὺ δέ, ἢν κακόν πράξῃ τι, συσκυθρωπάζειν πόσει ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος. ” τό τε πρᾶον καὶ φιλόστοργον ὧδέ πως ὑποδεικνύων κἀν ταῖς συμφοραῖς ἐπιφέρει· “ σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦς̓ ἀνέξομαι καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστί μοι πικρόν· ” μετὰ γὰρ τῶν φίλων “ εὐτυχεῖν ⟨δυστυχεῖν⟩ τε χρή· τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε; ”

[4.20.126] ἁγιάζεται γοῦν καὶ γάμος κατὰ λόγον τελειούμενος, ἐὰν ἡ συζυγία ὑποπίπτῃ τῷ θεῷ καὶ διοικῆται “μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἡγνισμένων τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένων τὸ σῶμα ὕδατι καθαρῷ καὶ ἐχόντων τὴν ὁμολογίαν τῆς ἐλ̣̣̔̓πίδος· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.” χρὴ δὲ τὸν εὐδαίμονα γάμον οὔτε πλούτῳ ποτὲ οὔτε κάλλει κρίνεσθαι, ἀλλ’ ἀρετῇ. “ οὐδεμίαν, ” φησὶν ἡ τραγῳδία, “ ὤνησε κάλλος εἰς πόσιν ξυνάορον, ἁρετὴ δὲ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνή, ἥτις ἀνδρὶ συντέτηκε, σωφρονεῖν ἐπίσταται. ” εἶτα οἷον παραινέσεις διδοῦσά φησι· “ πρῶτα μέν γε τοῦθ’ ὑπάρχει, κἂν ἄμορφος ᾖ πόσις, χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ. οὐ γὰρ ὀφθαλμὸς τὸ κρῖνόν ἐστιν, ἀλλὰ νοῦς ⟨ὁρᾷ⟩, ” καὶ τὰ ἐπὶ τούτοις. πάνυ γὰρ κυρίως ἡ γραφὴ βοηθὸν εἶπεν τὴν γυναῖκα δεδόσθαι τἀνδρὶ παρὰ τοῦ θεοῦ.

[4.20.127] δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τἀνδρὸς κατὰ τὴν οἰκουρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεται· εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ’ ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.

[4.20.128] χαριέντως γοῦν ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ ὁ ἀπόστολος δεῖν εἶναί φησι “τὰς πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖ, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.” “μᾶλλον δέ”, φησίν, “εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐπισκοποῦντες μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὅς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια, καὶ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δἰ αὐτῆς μιανθῶσιν οἱ πολλοί.”

[4.20.129] εἷθ’ οἷον κολοφῶνα ἐπιθεὶς τῷ περὶ γάμου ζητήματι ἐπιφέρει· “τίμιος ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.” ἑνὸς δὴ σκοποῦ καὶ ἑνὸς δὴ τέλους ἀνδρὶ καὶ γυναικὶ δεδειγμένου, ⟨τί⟩ τὸ τέλειον, ὁ Πέτρος ἐν τῇ ἐπιστολῇ φησι· “ὀλίγον ἄρτι εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως ὑμῶν πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου καὶ διὰ πυρὸς δεδοκιμασμένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὅν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν.” διὸ καὶ Παῦλος καυχᾶται διὰ Χριστὸν γεγονέναι “ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις”.