Capítulo 19
[4.19.118] Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ’ ἴσης μὲν ἀνδρί. ἐπ’ ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος. ἀκούσας παρὰ τοῦ θεοῦ· “λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστι σκληροτράχηλος· ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο” ἀποκρίνεται δεόμενος μὴ τὸ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν κοινὴν σωτηρίαν· “μηδαμῶς, κύριε, ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων.” ὅση τελειότης τοῦ συναποθανεῖν ἐθελήσαντος τῷ λαῷ ἢ σῴζεσθαι μόνος. ἀλλὰ καὶ Ἰουδὶθ ἡ ἐν γυναιξὶ τελειωθεῖσα ἐν συγκλεισμῷ τῆς πόλεως γενομένης δεηθεῖσα τῶν πρεσβυτέρων εἰς μὲν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἐξέρχεται, τοῦ παντὸς καταφρονήσασα κινδύνου, ὑπὲρ τῆς πατρίδος ἑαυτὴν ἐπιδοῦσα τοῖς πολεμίοις ἐν πίστει θεοῦ· λαμβάνει δ’ εὐθὺς τἀπίχειρα τῆς πίστεως ἀριστεύσασα γυνὴ κατὰ τοῦ πολεμίου τῆς πίστεως, κυρία τῆς Ὁλοφέρνου γενομένη κεφαλῆς.
[4.19.119] πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν διὰ πίστεως ἀναλύουσα δόγμα· καὶ δὴ τὸν μὲν ἐτιθάσευσεν, ἀνέστειλεν δὲ τὸν Ἀμὰν καὶ τὸν Ἰσραὴλ τῇ τελείᾳ πρὸς τὸν θεὸν δεήσει ἀπαθῆ διεφύλαξεν. σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελφήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ’ Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.
[4.19.120] Ναὶ μὴν Δίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δἰ ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθ’ ὅσον τὰ γυμνὰ τὸ ὕδωρ ἔσκεπεν, εἶτα κατ’ ὀλίγον αὖθις ἀνιοῦσαν ἐπενδύσασθαι. ἢ γὰρ οὐχὶ καὶ βασάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἡ Ἀττική; συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχου ἐπιβουλὴν οὐδ’ ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα στρεβλουμένη. φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι. τὰ ὅμοια λέγει καὶ ὁ τὴν Δαναΐδα πεποιηκὼς ἐπὶ τῶν Δαναοῦ θυγατέρων ὧδε· “ καὶ τότ’ ἄρ’ ὡπλίζοντο θοῶς Δαναοῖο θύγατρες πρόσθεν ἐυρρεῖος ποταμοῦ Νείλοιο ἄνακτος, ”
[4.19.121] καὶ τὰ ἑξῆς. ᾄδουσι δὲ οἱ λοιποὶ τῶν ποιητῶν τὴν Ἀταλάντης ἐν θήρᾳ ὠκύτητα καὶ τὴν Ἀντικλείας φιλοστοργίαν καὶ τὴν Ἀλκήστιδος φιλανδρίαν καὶ τὴν Μακαρίας καὶ τῶν Ὑακινθίδων εὐψυχίαν. τί δέ; οὐχὶ Θεανὼ μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἧκεν φιλοσοφίας ὡς πρὸς τὸν περιέργως ἀπιδόντα καὶ εἰπόντα “καλὸς πῆχυς” “ἀλλ’ οὐ δημόσιος” ἀποκρίνασθαι. τῆς αὐτῆς φέρεται σεμνότητος κἀκεῖνο τὸ ἀπόφθεγμα· ἐρωτηθεῖσα γάρ, ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ θεσμοφόριον κάτεισιν, “ἀπὸ μὲν· ἰδίου καὶ παραχρῆμα” ἔφη, “ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδεπώποτε”. ναὶ μὴν καὶ Θεμιστὼ ἡ Ζωΐλου ἡ Λαμψακηνὴ ἡ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει καθάπερ Μυῖα ἡ Θεανοῦς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτη ἡ τὰ περὶ Διονύσου γραψαμένη· αἱ γὰρ Διοδώρου τοῦ Κρόνου ἐπικληθέντος θυγατέρες πᾶσαι διαλεκτικαὶ γεγόνασιν, ὥς φησι Φίλων ὁ διαλεκτικὸς ἐν τῷ Μενεξένῳ, ὧν τὰ ὀνόματα παρατίθεται τάδε· Μενεξένη, Ἀργεία, Θεογνίς, Ἀρτεμισία, Παντάκλεια. μέμνημαι καὶ Κυνικῆς τινος, Ἱππαρχία δὲ ἐκαλεῖτο, ἡ Μαρωνῖτις, ἡ Κράτητος γυνή, ἐφ’ ᾗ καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν.
[4.19.122] Ἀρήτη δὲ ἡ Ἀριστίππου ⟨ἡ⟩ Κυρηναϊκὴ τὸν Μητροδίδακτον ἐπικληθέντα ἐπαίδευσεν Ἀρίστιππον. παρὰ Πλάτωνί τε ἐφιλοσόφουν Λασθένεια ἡ Ἀρκαδία καὶ Ἀξιοθέα ἡ Φλιασία· Ἀσπασίας γὰρ τῆς Μιλησίας, περὶ ἧς καὶ οἱ κωμικοὶ πολλὰ δὴ καταγράφουσιν, Σωκράτης μὲν ἀπέλαυσεν εἰς φιλοσοφίαν, Περικλῆς δὲ εἰς ῥητορικήν. παραπέμπομαι τοίνυν τὰς ἄλλας διὰ τὸ μῆκος τοῦ λόγου, μήτε τὰς ποιητρίας καταλέγων, Κόρινναν καὶ Τελέσιλλαν Μυῖάν τε καὶ Σαπφώ, ἢ τὰς ζωγράφους, καθάπερ Εἰρήνην τὴν Κρατίνου θυγατέρα καὶ Ἀναξάνδραν τὴν Νεάλκους, ἅς φησι Δίδυμος ἐν Συμποσιακοῖς.
[4.19.123] ἡ δὲ Κλεοβούλου θυγάτηρ τοῦ σοφοῦ καὶ Λινδίων μοναρχοῦντος τῶν ξένων τῶν πατρῴων οὐκ ᾐδεῖτο ἀπονίπτειν τοὺς πόδας· ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάρρα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαὶ κόραι παρὰ τοῖς Ἑβραίοις τὰ πρόβατα ἔνεμον, ὅθεν καὶ ἡ παρ’ Ὁμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὺς ᾔει.
Ἕλοιτ’ ἄν οὖν ἡ σώφρων πρῶτον μὲν πείθειν τὸν ἄνδρα κοινωνὸν αὐτῇ γίνεσθαι τῶν πρὸς εὐδαιμονίαν φερόντων, εἰ δὲ ἀδυνάτως ἔχοι, μόνη σπευδέτω ἐπ’ ἀρετήν. πάντα μὲν τῷ ἀνδρὶ πειθομένη ὡς μηδὲν ἄκοντος ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ σωτηρίαν διαφέρειν νομίζεται· ἀλλὰ καί, εἰ καί τις εἴργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως ὁρμῶσαν ἤτοι γυναῖκα ἢ καὶ θεράπαιναν, οὐκ ἄλλο τι φαίνεται τὸ τηνικάδε δρῶν ὁ τοιοῦτος ἢ δικαιοσύνης μὲν καὶ σωφροσύνης ἀπάγειν προῃρημένος, ἄδικον δὲ ἅμα καὶ ἀκόλαστον παρασκευάζειν βεβουλημένος τὸν οἶκον τὸν ἑαυτοῦ.
[4.19.124] οὐχ οἷόν τε οὖν ἐστιν ἄνδρα ἢ γυναῖκα ἐν ὁτῳοῦν ἐλλόγιμον γενέσθαι μὴ μαθήσει μηδὲ μελέτῃ τε καὶ ἀσκήσει προσχρησαμένους, τὴν δὲ ἀρετὴν οὐκ ἐπ’ ἄλλοις τισὶν εἶναί φαμεν ἢ πάντων μάλιστα ἐφ’ ἡμῖν. τὰ μὲν οὖν ἄλλα εἴργειν δύναταί τις προσπολεμῶν, τὸ δ’ ἐφ’ ἡμῖν οὐδαμῶς, οὐδ’ εἰ μάλιστα ἐνίσταιτο· θεόσδοτον γὰρ τὸ δῶρον καὶ οὐχ ὑποπῖπτον ἄλλῳ τινί. ὅθεν ἀκολασία μὲν οὐκ ἄλλου τινὸς ἄν δοξάζοιτο εἶναι κακὸν ἢ τοῦ ἀκολασταίνοντος, σωφροσύνη δὲ ἀγαθὸν αὖ τοῦ τὸ σωφρονεῖν δυναμένου.