Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 6

Capítulo 6

[2.6.25] “Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;” Ἡσαΐας φησίν. “ἡ μὲν γὰρ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεοῦ,” φησὶν ὁ ἀπόστολος. “πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.” ὁρᾷς πῶς ἀνάγει τὴν πίστιν δἰ ἀκοῆς καὶ τῆς τῶν ἀποστόλων κηρύξεως ἐπὶ τὸ ῥῆμα κυρίου καὶ τὸν υἱὸν τοῦ θεοῦ; οὐδέπω συνίεμεν ἀπόδειξιν εἶναι τὸ ῥῆμα κυρίου; ὥσπερ οὖν τὸ σφαιρίζειν οὐκ ἐκ τοῦ κατὰ τέχνην πέμποντος τὴν σφαῖραν ἤρτηται μόνον, ἀλλὰ καὶ τοῦ εὐρύθμως ἀποδεχομένου προσδεῖ αὐτῷ, ἵνα δὴ κατὰ νόμους τοὺς σφαιριστικοὺς τὸ γυμνάσιον ἐκτελῆται, οὕτω καὶ τὴν διδασκαλίαν ἀξιόπιστον εἶναι συμβέβηκεν, ὅταν ἡ πίστις τῶν ἀκροωμένων, τέχνη τις ὡς εἰπεῖν ὑπάρχουσα φυσική, πρὸς μάθησιν συλλαμβάνῃ.

[2.6.26] συνεργεῖ οὖν καὶ γῆ γόνιμος ὑπάρχουσα πρὸς τὴν τῶν σπερμάτων καταβολήν. οὔτε γὰρ τῆς ἀρίστης παιδεύσεως ὄφελός τι ἄνευ τῆς τοῦ μανθάνοντος παραδοχῆς οὔτε μὴν προφητείας [οὔτε], τῆς τῶν ἀκουόντων εὐπειθείας μὴ παρούσης. καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἕτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν τὴν καυστικήν, ῥᾷον ἐξάπτεται, καὶ ἡ λίθος ἡ θρυλουμένη ἕλκει τὸν σίδηρον διὰ συγγένειαν, ὥσπερ καὶ τὸ δάκρυον τὸ σούχειον ἐπισπᾶται τὰ κάρφη καὶ τὸ ἤλεκτρον τὰς ᾀχυρμιὰς ἀνακινεῖ· πείθεται δὲ αὐτοῖς τὰ ἑλκόμενα ἀρρήτῳ ἑλκόμενα πνεύματι οὐχ ὡς αἴτια, ἀλλ’ ὡς συναίτια. διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ κὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ’ οὖν, ὅτι ἐφ’ ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ ἑκάστου ἀπαιτεῖ. τοῖς μὲν γὰρ ὁμοῦ τῷ θέλειν καὶ τὸ δύνασθαι πάρεστιν, ἐκ συνασκήσεως ηὐξηκόσι τοῦτο καὶ κεκαθαρμένοις· οἵ δέ, εἰ καὶ μήπω δύνανται, τὸ βούλεσθαι ἤδη ἔχουσιν. ἔργον δὲ τὸ μὲν βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος. οὐδὲ μὴν τῷ τέλει παραμετρεῖται μόνῳ τὰ πράγματα, ἀλλὰ καὶ τῇ ἑκάστου κρίνεται προαιρέσει, εἰ ῥᾳδίως εἵλετο, εἰ ἐφ’ οἶς ἥμαρτεν μετενόησεν, εἰ σύνεσιν ἔλαβεν ἐφ’ οἷς ἔπταισεν, καὶ μετέγνω, ὅπερ ἐστὶ μετὰ ταῦτα ἔγνω· βραδεῖα γὰρ γνῶσις μετάνοια, γνῶσις δὲ ἡ πρώτη ἀναμαρτησία.

[2.6.27] πίστεως οὖν καὶ ἡ μετάνοια κατόρθωμα· ἐὰν γὰρ μὴ πιστεύσῃ ἁμάρτημα εἶναι ᾧ προκατείχετο, οὐδὲ μεταθήσεται· κἂν μὴ πιστεύσῃ κόλασιν μὲν ἐπηρτῆσθαι τῷ πλημμελοῦντι, σωτηρίαν δὲ τῷ κατὰ τὰς ἐντολὰς βιοῦντι, οὐδ’ οὕτως μεταβαλεῖται. ἤδη δὲ καὶ ἡ ἐλπὶς ἐκ πίστεως συνέστηκεν. ὁρίζονται γοῦν οἱ ἀπὸ Βασιλείδου τὴν πίστιν ψυχῆς συγκατάθεσιν πρός τι τῶν μὴ κινούντων αἴσθησιν διὰ τὸ μὴ παρεῖναι. ἐλπὶς δὲ προσδοκία κτήσεως ἀγαθοῦ· πιστὴν δὲ ἀνάγκη τὴν προσδοκίαν εἶναι. πιστὸς δὲ ὁ ἀπαραβάτως τηρητικὸς τῶν ἐγχειρισθέντων· ἐγχειρίζονται δὲ ἡμῖν οἱ περὶ θεοῦ λόγοι καὶ οἱ θεῖοι λόγοι, αἱ ἐντολαί, σὺν τῇ καταπράξει τῶν παραγγελμάτων. οὗτός ἐστιν “ὁ δοῦλος ὁ πιστός”, ὁ πρὸς τοῦ κυρίου ἐπαινούμενος. ἐπὰν δὲ εἴπῃ “πιστὸς ὁ θεός,” ᾧ ἀποφαινομένῳ πιστεύειν ἄξιον, μηνύει· ἀποφαίνεται δὲ ὁ λόγος αὐτοῦ, καὶ αὐτὸς ἂν εἴη πιστὸς ὁ θεός. πῶς οὖν εἰ τὸ πιστεύειν ὑπολαμβάνειν ἐστί, βέβαια τὰ παρ’ αὐτῶν οἱ φιλόσοφοι νομίζουσιν; οὐ γάρ ἐστιν ὑπόληψις ἡ ἑκούσιος πρὸ ἀποδείξεως συγκατάθεσις, ἀλλὰ συγκατάθεσις ἰσχυρῷ τινι.

[2.6.28] τίς δ’ ἂν εἴη δυνατώτερος θεοῦ; ἡ δὲ ἀπιστία ὑπόληψις τοῦ ἀντικειμένου ἀσθενὴς ἀποφατική, καθάπερ ἡ δυσπιστία ἕξις δυσπαράδεκτος πίστεως. καὶ ἡ μὲν πίστις ὑπόληψις ἑκούσιος καὶ πρόληψις εὐγνώμων πρὸ καταλήψεως, προσδοκία δὲ [δόξα] μέλλοντος· ἡ δὲ τῶν ἄλλων προσδοκία δόξα ἀδήλου· πεποίθησις δὲ διάληψις βεβαία περί τινος. διὸ πιστεύομεν, ᾧ ἂν πεποιθότες ὦμεν, εἰς δόξαν θείαν καὶ σωτηρίαν· πεποίθαμεν δὲ τῷ μόνῳ θεῷ, ὃν γινώσκομεν ὅτι οὐ παραβήσεται τὰ καλῶς ἡμῖν ἐπηγγελμένα καὶ διὰ ταῦτα δεδημιουργημένα καὶ δεδωρημένα ὑπ’ αὐτοῦ ἡμῖν εὐνοϊκῶς. εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. ὃ μὲν γάρ ἐστιν ἀνενδεής· εἰς ἡμᾶς δὲ ἡ εὐεργεσία καὶ ἡ παρὰ τοῦ κυρίου εὐμένεια καταλήγει, εὔνοια θεία οὖσα καὶ εὔνοια πρὸς τὸ εὖ ποιεῖν οὖσα. εἰ δὲ “τῷ Ἀβραὰμ πιστεύσαντι ἐλογίσθη εἰς δικαιοσύνην,” σπέρμα δὲ Ἀβραὰμ ἡμεῖς δἰ ἀκοῆς, καὶ ἡμῖν πιστευτέον. Ἰσραηλῖται γὰρ ἡμεῖς οἱ μὴ διὰ σημείων, δἰ ἀκοῆς δὲ εὐπειθεῖς. διὰ τοῦτο “εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον,” φησίν, “ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.” “ἐβίωσας εἰς τὸ περίφραγμα τοῦ λαοῦ, ἐνευλογήθησαν τὰ τέκνα σου εἰς τὰς σκηνὰς τῶν πατέρων.” εἰ δὲ αἱ αὐταὶ [αἱ] μοναὶ ὑπὸ τῆς προφητείας ἡμῖν τε αὖ καὶ τοῖς πατριάρχαις καταγγέλλονται, εἶς ἀμφοῖν ταῖν διαθήκαιν δείκνυται ὁ θεός.

[2.6.29] ἐπιφέρει γοῦν σαφέστερον· “ἐκληρονόμησας τὴν διαθήκην τοῦ Ἰσραήλ, ”τῇ ἐξ ἐθνῶν κλήσει λέγων, τῇ στείρᾳ ποτὲ τούτου τοῦ ἀνδρός, ὅς ἐστιν ὁ λόγος, τῇ ἐρήμῳ πρότερον τοῦ νυμφίου. “ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται,” τῆς κατὰ τὴν διαθήκην καὶ τὰς ἐντολάς, ἐπειδὴ δύο αὗται ὀνόματι καὶ χρόνῳ, καθ’ ἡλικίαν καὶ προκοπὴν οἰκονομικῶς δεδομέναι, δυνάμει μία οὖσαι, ἣ μὲν παλαιά, ἣ δὲ καινή, διὰ υἱοῦ παρ’ ἑνὸς θεοῦ χορηγοῦνται. ᾗ καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγει· “δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν,” τὴν μίαν τὴν ἐκ προφητείας εἰς εὐαγγέλιον τετελειωμένην δἰ ἑνὸς καὶ τοῦ αὐτοῦ κυρίου διδάσκων σωτηρίαν. “ταύτην”, ἔφη, “παρατίθεμαί σοι τὴν παραγγελίαν, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύσῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν,” ὅτι τὴν θεόθεν ἥκουσαν συνείδησιν ἀπιστίᾳ κατεμίαναν.

[2.6.30] οὔκουν † ἔτ’ εἰκότως πρόχειρον τὴν πίστιν διαβλητέον ὡς εὔκολόν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων. εἰ γὰρ ἀνθρώπινον ἦν τὸ ἐπιτήδευμα, ὡς Ἕλληνες ὑπέλαβον, κἂν ἀπέσβη· ἣ δὲ αὔξει ⟨καὶ⟩ οὐκ ἔστιν ἔνθα οὐκ ἔστιν. φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης ἐθεμελιώθη εἴτε καὶ ὑπὸ φόβου, ᾗ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ φόβου παρόντος διαλυομένην. ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ ⟨ὁ⟩ τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ’ ὧν πιστεύεται. καὶ φόβος εἶναι πιστεύεται. εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται. ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρών, πιστεύεται καὶ [τὸ] εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς.

[2.6.31] θεία τοίνυν ἡ τοσαύτη μεταβολὴ ἐξ ἀπιστίας πιστόν τι⟨να⟩ γενόμενον καὶ τῇ ἐλπίδι καὶ τῷ φόβῳ πιστεῦσαι. καὶ δὴ ἡ πρώτη πρὸς σωτηρίαν νεῦσις ἡ πίστις ἡμῖν ἀναφαίνεται, μεθ’ ἣν φόβος τε καὶ ἐλπὶς καὶ μετάνοια σύν τε ἐγκρατείᾳ καὶ ὑπομονῇ προκόπτουσαι ἄγουσιν ἡμᾶς ἐπί τε ἀγάπην ἐπί τε γνῶσιν. εἰκότως οὖν ὁ ἀπόστολος Βαρνάβας “ἀφ’ οὗ” φησὶν “ἔλαβον. μέρος ἐσπούδασα κατὰ μικρὸν ὑμῖν πέμψαι, ἵνα μετὰ τῆς πίστεως ὑμῶν τελείαν ἔχητε καὶ τὴν γνῶσιν. τῆς μὲν οὖν πίστεως ἡμῶν εἰσιν οἱ συλλήπτορες φόβος καὶ ὑπομονή, τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια. τούτων οὖν”, φησί, “τὰ πρὸς τὸν κύριον μενόντων ἁγνῶς. συνευφραίνονται αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις.” στοιχείων γοῦν ⟨οὐσῶν⟩ τῆς γνώσεως τῶν προειρημένων ἀρετῶν στοιχειωδεστέραν εἶναι συμβέβηκε τὴν πίστιν, οὕτως ἀναγκαίαν τῷ γνωστικῷ ὑπάρχουσαν, ὡς τῷ κατὰ τὸν κόσμον τόνδε βιοῦντι πρὸς τὸ ζῆν τὸ ἀναπνεῖν· ὡς δ’ ἄνευ τῶν τεσσάρων στοιχείων οὐκ ἔστι ζῆν, οὐδ’ ἄνευ πίστεως γνῶσιν ἐπακολουθῆσαι. αὕτη τοίνυν κρηπὶς ἀληθείας.