Pular para o conteúdo

Στρώματα

Clement of Alexandria · Capítulo 5

Capítulo 5

[2.5.20] Πάντα τοίνυν τὰ προειρημένα φαίνεται παρὰ Μωυσέως τοῦ μεγάλου ἐπὶ τοὺς Ἕλληνας διαδεδόσθαι δόγματα. πάντα μὲν οὖν τοῦ σοφοῦ ὑπάρχειν διὰ τούτων διδάσκει· “καὶ διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα.” θεοφιλῆ δὲ αὐτὸν μηνύει λέγων· “θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ.” ὃ μὲν γὰρ “φίλος” ἄντικρυς κεκλημένος εὑρίσκεται, ὃ δὲ “ὁρῶν τὸν θεὸν” μετωνομασμένος δείκνυται· τόν τε Ἰσαὰκ ὡς καθωσιωμένον ἱερεῖον ἀλληγορήσας ἐξελέξατο ἑαυτῷ τύπον ἐσόμενον ἡμῖν οἰκονομίας σωτηρίου. παρά τε Ἕλλησιν ᾄδεται ὁ Μίνως “ἐννέωρος βασιλεὺς ὀαριστὴς Διός,” ἀκηκοότων αὐτῶν, ὅπως ποτὲ μετὰ Μωυσέως διελέγετο ὁ θεός, “ὡς εἴ τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον.”

[2.5.21] ἦν δ’ οὖν ὁ μὲν Μωυσῆς σοφός, βασιλεύς, νομοθέτης· ὁ σωτὴρ δὲ ἡμῶν ὑπερβάλλει πᾶσαν ἀνθρωπίνην φύσιν· καλὸς μὲν ὡς ἀγαπᾶσθαι μόνος πρὸς ἡμῶν τὸ κατὸν τὸ ἀληθινὸν ἐπιποθούντων, “ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν”, “βασιλεὺς” δὲ καὶ ὑπὸ παίδων ἀπείρων ἔτι καὶ ὑπὸ Ἰουδαίων ἀπιστούντων καὶ ἀγνοούντων ἀναγορευόμενος καὶ πρὸς αὐτῶν προφητῶν ἀνακηρυττόμενος δείκνυται· πλούσιος δὲ εἰς τοσοῦτον, ὡς πᾶσαν τὴν καὶ τὸ ὑπὲρ γῆς καὶ ὑπ’ αὐτὴν χρυσίον ὑπερηφάνησεν σὺν καὶ δόξῃ πάσῃ διδόμενα αὐτῷ πρὸς τοῦ ἀντικειμένου. τί δεῖ λέγειν, ὡς μόνος [ὁ] ἀρχιερεὺς ὁ μόνος ἐπιστήμων τῆς τοῦ θεοῦ θεραπείας “βασιλεὺς εἰρήνης Μελχισεδέκ”, ὁ πάντων ἱκανώτατος ἀφηγεῖσθαι τοῦ τῶν ἀνθρώπων γένους; νομοθέτης δὲ ὡς ἂν διδοὺς τὸν νόμον ἐν τῷ στόματι τῶν προφητῶν τά τε πρακτέα καὶ μὴ σαφέστατα ἐντελλόμενός τε καὶ διδάσκων.

[2.5.22] τίς δ’ ἂν τούτου εὐγενέστερος, οὗ μόνος πατὴρ ὁ θεός; φέρε φὴ καὶ Πλάτωνα τοῖς αὐτοῖς ἐπιβάλλοντα παραστησώμεθα δόγμασιν· πλούσιον μὲν τὸν σοφὸν εἴρηκεν ἐν τῷ Φαίδρῳ, “ὦ φίλε Πὰν” λέγων “καὶ ὅσοι ἄλλοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς εἷναί μοι φίλα πλούσιον δὲ νομίζοιμι τὸν σοφόν.” καταμεμφόμενος δὲ ὁ Ἀθηναῖος ξένος τῶν οἰομένων πλουσίους εἶναι τοὺς πολλὰ κεκτημένους χρήματα ὧδε λέγει· “πλουσίους δ’ αὖ σφόδρα εἶναι καὶ ἀγαθοὺς ἀδύνατον, οὕς γε δὴ πλουσίους οἱ πολλοὶ καταλέγουσι· λέγουσι δὲ τοὺς κεκτημένους ἐν ὀλίγοις τῶν ἀνθρώπων πλείστου νομίσματος ἄξια κτήματα, ἃ καὶ κακός τις κέκτηται.” “τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων,” ὁ Σολομὼν λέγει, “τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.” πειστέον οὖν πολλῷ μᾶλλον τῇ γραφῇ λεγούσῃ θᾶττον “κάμηλον διὰ τρυπήματος βελόνης” διελεύσεσθαι ἢ πλούσιον φιλοσοφεῖν· μακαρίζει δ’ ἔμπαλιν τοὺς πένητας, ὡς συνῆκεν Πλάτων λέγων· “πενίαν δὲ ἡγητέον οὐ τὸ τὴν οὐσίαν ἐλάττω ποιεῖν, ἀλλὰ τὸ τὴν ἀπληστίαν πλείω.” οὐ γάρ ποτε ἡ ὀλιγοχρηματία, ἀλλ’ ἡ ἀπληστία, ἧς φροῦδος ὁ ἀγαθὸς ὢν καὶ πλούσιός γ’ ἂν εἴη. ἐν τε τῷ Ἀλκιβιάδῃ “δουλοπρεπὲς” μὲν τὴν κακίαν προσαγορεύει, “ἐλευθεροπρεπὲς” δὲ τὴν ἀρετήν. “ἄρατε”, φησίν, “ἀφ’ ὑμῶν τὸν βαρὺν ζυγὸν καὶ λάβετε τὸν πρᾶον,” ἡ γραφή φησι, καθάπερ καὶ οἱ ποιηταὶ “δούλειον” καλοῦσι “ζυγόν”. καὶ τὸ “ἐπράθητε ταῖς ἁμαρτίαις ὑμῶν” τοῖς προειρημένοις συνᾴδει. “πᾶς μὲν οὖν ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν. ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. ἐὰν δὲ ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.” καλὸν δ’ αὖ εἶναι τὸν σοφὸν ὁ Ἀθηναῖος ὡδὶ λέγει· “ὡς εἴ τις διισχυρίζοιτο εἶναι τοὺς δικαίους, ἄν καὶ τυγχάνωσιν ὄντες αἰσχροὶ τὰ σώματα, κατά γε τὸ δικαιότατον ἦθος ταύτῃ παγκάλους εἶναι, σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς δόξειεν λέγειν·” καὶ “τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων ἦν” ἡ προφητεία προηγόρευσεν. Πλάτων δὲ βασιλέα τὸν σοφόν εἴρηκεν ἐν τῷ Πολιτικῷ, καὶ πρόκειται ἡ λέξις.

[2.5.23] Τούτων δὴ ἐπιδεδειγμένων ἀναδράμωμεν αὖθις ἐπὶ τὸν περὶ τῆς πίστεως λόγον. ναὶ μὴν μετὰ πάσης ἀποδείξεως ὁ Πλάτων ὅτι πίστεως χρεία πανταχοῦ, ὧδέ πως παρίστησιν, ἐξυμνῶν ἅμα τὴν εἰρήνην· “πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν που γένοιτο ἄνευ ξυμπάσης ἀρετῆς· μαχητικοὶ δὲ καὶ ἐθελονταὶ ἀποθνῄσκειν ἐν πολέμῳ τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν πλεῖστοι γίνονται θρασεῖς καὶ ἄδικοι ὑβρισταί τε καὶ ἄφρονες, ἐκτὸς δή τινων μάλα ὀλίγων. εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, πᾶς νομοθέτης, οὗ καὶ σμικρὸν ὄφελος, παρὰ τὴν μεγίστην ἀρετὴν ἀποβλέπων μάλιστα θήσεται τοὺς νόμους.” αὕτη δέ ἐστι πιστότης, ἧς κατὰ πάντα καιρὸν χρῄζομεν ἔν τε εἰρήνῃ καὶ παντὶ πολέμῳ κἀν τῷ ἄλλῳ σύμπαντι βίῳ. συλλαβοῦσα γὰρ ἔοικε τὰς ἄλλας περιέχειν. “τὸ δὲ ἄριστον οὔθ’ ὁ πόλεμος οὔτε ἡ στάσις· ἀπευκτὸν γὰρ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη τὸ κράτιστον.” ἐκ δὴ τούτων καταφαίνεται μεγίστη μὲν εὐχὴ τὸ εἰρήνην ἔχειν κατὰ Πλάτωνα, μεγίστη δὲ ἀρετῶν μήτηρ ἡ πίστις.

[2.5.24] εἰκότως οὖν εἴρηται παρὰ τῷ Σολομῶντι “σοφία ἐν στόματι πιστῶν”, ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ Περὶ φρονήσεως τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι, τὴν φρόνησιν ἡγούμενος διττήν, τὴν μὲν πρακτικήν, τὴν δὲ θεωρητικήν, ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην. διόπερ ἡ μὲν σοφία φρόνησις, οὐ μὴν πᾶσα φρόνησις σοφία. δέδεικται δὲ τῆς τῶν ὅλων ἀρχῆς ἐπιστήμη πίστις, ἀλλ’ οὐκ ἀπόδειξις εἶναι. καὶ γὰρ ἄτοπον, τοὺς μὲν Πυθαγόρου τοῦ Σαμίου ζηλωτὰς τῶν ζητουμένων τὰς ἀποδείξεις παραιτουμένους τὸ “αὐτὸς ἔφα” πίστιν ἡγεῖσθαι καὶ ταύτῃ ἀρκεῖσθαι μόνῃ τῇ φωνῇ πρὸς τὴν βεβαίωσιν ὧν ἀκηκόασι, “τοὺς δὲ τῆς ἀληθείας φιλοθεάμονας”, ἀπιστεῖν ἐπιχειροῦντας ἀξιοπίστῳ διδασκάλῳ, τῷ μόνῳ σωτῆρι θεῷ, βασάνους τῶν λεγομένων ἀπαιτεῖν παρ’ αὐτοῦ. ὃ δὲ “ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω” λέγει. καὶ τίς οὗτος; Ἐπίχαρμος εἰπάτω· “ νοῦς ὁρῇ ⟨καὶ⟩ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά. ” “ἀπίστους” εἶναί τινας ἐπιστύφων Ἡράκλειτός φησιν, “ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν,” ὠφεληθεὶς δήπουθεν παρὰ Σολομῶντος, “ἐὰν ἀγαπήσῃς ἀκούειν. ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.”