Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 76

Capítulo 76

[76] Ὡς οὖν ἡ γέννησις τοῦ σωτῆρος γενέσεως ἡμᾶς καὶ Εἱμαρμένης ἐξέβαλεν, οὕτως καὶ τὸ βάπτισμα αὐτοῦ πυρὸς ἡμᾶς ἐξείλετο καὶ τὸ πάθος πάθους, ἵνα κατὰ πάντα ἀκολουθήσωμεν αὐτῷ. [76.2] ὁ γὰρ εἰς θεὸν βαπτισθεὶς εἰς θεὸν ἐχώρησεν καὶ εἴληφεν »ἐξουσίαν ἐπάνω σκορπίων καὶ ὄφεων περιπατεῖν«, τῶν δυνάμεων τῶν πονηρῶν. [76.3] καὶ τοῖς ἀποστόλοις ἐντέλλεται· »περιιόντες κηρύσσετε καὶ τοὺς πιστεύοντας βαπτίζετε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.« [76.4] εἰς οὓς ἀναγεννώμεθα τῶν λοιπῶν δυνάμεων ἁπασῶν ὑπεράνω γινόμενοι.