Capítulo 75
[75] Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν, ἐναργὴς δὲ ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. [75.2] αὐτίκα οἱ μάγοι οὐ μόνον εἶδον τὸν ἀστέρα τοῦ κυρίου, ἀλλὰ καὶ τὸ ἀληθὲς ἔγνωσαν ὅτι βασιλεὺς ἐτέχθη καὶ ὧν βασιλεύς, ὅτι θεοσεβῶν· τότε Ἰουδαῖοι μόνοι διαβόητοι ἦσαν ἐπὶ θεοσεβείᾳ. [75.3] διὰ τοῦτο γὰρ καὶ ὁ σωτὴρ, πρὸς θεοσεβεῖς κατιών, ἐπὶ τούτους ἦλθεν πρώτους τοὺς τότε ἐπὶ θεοσεβείᾳ δόξαν ἀποφερομένους.