Capítulo 31
[31] Ἀλλὰ καὶ εἰ ὁ κατελθὼν εὐδοκία τοῦ ὅλου ἦν (»ἐν αὐτῷ γὰρ πᾶν τὸ πλήρωμα ἦν σωματικῶς«), ἔπαθεν δὲ οὗτος, δῆλον ὅτι καὶ τὰ ἐν αὐτῷ σπέρματα συνέπαθεν, δι᾿ ὧν τὸ ὅλον καὶ τὸ πᾶν εὑρίσκεται πάσχον. [31.2] ἀλλὰ καὶ διὰ τῆς τοῦ δωδεκάτου αἰῶνος πείσεως τὰ ὅλα παιδευθέντα, ὥς φασι, συνεπάθησεν. [31.3] τότε γὰρ ἐπέγνωσαν ὅτι ⟨ὅ⟩ εἰσιν, χάριτι τοῦ πατρός εἰσιν, ὄνομα ἀνωνόμαστον, μορφὴ καὶ γνῶσις. ὁ δὲ βουληθεὶς αἰὼν τὸ ὑπὲρ τὴν γνῶσιν λαβεῖν ἐν ἀγνωσίᾳ καὶ ἀμορφίᾳ ἐγένετο. [31.4] ὅθεν καὶ κένωμα γνώσεως εἰργάσατο, ὅπερ ἐστὶ σκιὰ τοῦ ὀνόματος· ὅπερ ἐστὶν υἱός, μορφὴ τῶν αἰώνων. οὕτως τὸ κατὰ μέρος ὄνομα τῶν αἰώνων ἀπώλεια ἐστὶ τοῦ ὀνόματος.