Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 30

Capítulo 30

[30] Εἶτα ἐκλαθόμενοι τῆς δόξης τοῦ θεοῦ παθεῖν αὐτὸν λέγουσιν ἀθέως. ὃ γὰρ συνεπάθησεν ὁ πατήρ, στερεὸς ὢν τῇ φύσει, φησὶν ὁ Θεόδοτος, καὶ ἀνένδοτος, ἐνδόσιμον ἑαυτὸν παρασχών, ἵνα ἡ σιγὴ τοῦτο καταλάβῃ, πάθος ἐστίν. [30.2] ἡ γὰρ συμπάθεια πάθος τινὸς διὰ πάθος ἑτέρου. ναὶ μὴν καὶ τοῦ πάθους γενομένου τὸ ὅλον συνεπάθησεν καὶ αὐτὸ εἰς διόρθωσιν τοῦ παθόντος.