Pular para o conteúdo

Excerpta ex Theodoto

Clemente de Alexandria · Capítulo 13

Capítulo 13

[13] Οὗτός ἐστιν »ἄρτος ἐπουράνιος« καὶ »πνευματικὴ τροφὴ« ζωῆς παρεκτικὴ κατὰ τὴν βρῶσιν καὶ γνῶσιν, »τὸ φῶς τῶν ἀνθρώπων«. τῆς ἐκκλησίας δηλονότι. [13.2] οἱ μὲν οὖν τὸν οὐράνιον ἄρτον φαγόντες ἀπέθανον, ὁ δὲ τὸν ἀληθινὸν ἄρτον τοῦ πνεύματος ἐσθίων οὐ τεθνήξεται. [13.3] ὁ ζῶν ἄρτος ὁ ὑπὸ τοῦ πατρὸς δοθεὶς ὁ υἱός ἐστι τοῖς ἐσθίειν βουλομένοις· [13.4] »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω«, φησίν, »ἡ σάρξ μού ἐστιν«, ἤτοι ᾧ τρέφεται ἡ σὰρξ διὰ τῆς εὐχαριστίας ἤ, ὅπερ καὶ μᾶλλον. ἡ σὰρξ τὸ σῶμα αὐτοῦ ἐστιν, »ὅπερ ἐστὶν ἡ ἐκκλησία«. »ἄρτος οὐράνιος«, συναγωγὴ εὐλογημένη· [13.5] τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.