Capítulo 12
[12] Οἱ πρωτόκτιστοι οὖν τόν τε υἱὸν ὁρῶσι καὶ ἑαυτοὺς καὶ τὰ ὑποβεβηκότα, ὥσπερ καὶ οἱ ἀρχάγγελοι τοὺς πρωτοκτίστους. ὁ δὲ υἱὸς ἀρχὴ τῆς πατρικῆς ὑπάρχει θέας, πρόσωπον τοῦ πατρὸς λεγόμενος. [12.2] καὶ οἱ μὲν ἄγγελοι νοερὸν πῦρ καὶ πνεύματα νοερά, τὴν οὐσίαν ἀποκεκαθαρμένοι, φῶς δὲ νοερὸν ἡ μεγίστη προκοπὴ ἀπὸ τοῦ νοεροῦ πυρὸς ἀποκεκαθαρμένου τέλεον, »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«. [12.3] ὁ Πέτρος φησίν· ὁ δὲ υἱὸς ἔτι τούτου καθαρώτερος, »ἀπρόσιτον φῶς« καὶ »δύναμις θεοῦ«, καὶ κατὰ τὸν ἀπόστολον »τιμίῳ καὶ ἀμώμῳ καὶ ἀσπίλῳ αἵματι ἐλυτρώθημεν«. οὗ »τὰ μὲν ἱμάτια ὡς φῶς ἔλαμψεν, τὸ πρόσωπον δὲ ὡς ὁ ἥλιος«, ᾧ μηδὲ ἀντωπῆσαι ἔστι ῥᾳδίως.