Pular para o conteúdo

Testimonia et fragmenta

Cleantes · Parte 597

[597] [223] φασὶ δὲ καὶ Ἀντίγονον αὐτοῦ πυθέσθαι ὄντα ἀκροατήν, διὰ τί ἀντλεῖ; τὸν δ’ εἰπεῖν “ἀντλῶ γὰρ μόνον; τί δ’; οὐχὶ σκάπτω; τί δ’: οὐκ ἄρδω; καὶ πάντα ποιῶ φιλοσοφίας ἕνεκα.” καὶ γὰρ ὁ Ζήνων αὐτὸν συνεγύμναζεν εἰς τοῦτο, καὶ ἐκέλευεν ὀβολὸν φέρειν ἀποφορᾶς. — Plut. de vitand. aere alieno 7, 5 p. 830c. Κλεάνθην δὲ ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα, διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις “ἀλεῖς ἔτι, Κλέανθες”; “ἀλῶ, φησίν, ὧ βασιλεῦ, ὃ ποιῶ ἕνεκα τοῦ Ζήνωνος μὴ ἀποστῆναι μηδὲ φιλοσοφίας.”