Pular para o conteúdo

Testimonia et fragmenta

Cleantes · Parte 566

[566] [187] ἀρετῆς δὲ καὶ κακίας οὐδὲν εἶναι μεταξύ. πάντας γὰρ ἀνθρώπους ἀφορμὰς ἔχειν ἐκ φύσεως πρὸς ἀρετήν, καὶ οἱονεὶ τὸν τῶν ἡμιαμβείων λόγον ἔχειν, κατὰ Κλεάνθην· ὅθεν ἀτελεῖς μὲν ὄντας εἶναι φαύλους, τελειωθέντας δὲ σπουδαίους.