Pular para o conteúdo

Testimonia et fragmenta

Cleantes · Parte 557

[557] [164] Κλεάνθης δὲ ὁ Ἀσσεύς, ὁ ἀπὸ τῆς Στοᾶς φιλόσοφος, ὃς οὐ θεογονίαν ποιητικήν, θεολογίαν δὲ ἀληθινὴν ἐνδείκνυται, οὐκ ἀπεκρύψατο τοῦ θεοῦ πέρι ὅτι περ εἶχεν φρονῶν·

τἀγαθὸν ἐρωτᾷς μ’ οἷον ἔστ’; ἄκουε δή·
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,
κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,
αὐστηρόν, αὐθέκαστον, αἰεὶ συμφέρον,
ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,
ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον,
ἔντιμον, ⟨εὐχάριστον⟩, ὁμολογούμενον,
εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾷον, σφοδρόν,
χρονιζόμενον, ἄμεμπτον, αἰεὶ διαμένον.

[165] Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε· (secuntur idem versus, sed omittuntur in codice verba ἀσφαλές, φίλον, ἔντιμον, ut ὁμολογούμενον sequatur illud εὐάρεστον). Hunc locum exscribit [166] eadem forma praebet, qua locus Protreptici, unde colligitur ipsum Clementem Strom. V eandem versuum formam exhibuisse quam in Protreptico, verba ἀσφαλὲς — ἔντιμον omisisse librarium.