[549] [151] ὀλοόφρονος] Κλεάνθης δασύνει· τοῦ περὶ τῶν ὅλων φρονοῦντος. — Eustath. in Hom. p. 1389, 55. τὸν Ἄτλαντα... οἱ μὲν ἀλληγοροῦσιν εἰς τὴν ἀκάματον καὶ ἀκοπίατον πρόνοιαν, τὴν πάντων αἰτίαν, καὶ ὀλοόφρονα τὸν τοιοῦτον Ἄτλαντα νοοῦσιν, ὡς τὸν ὑπὲρ ὅλων φρονοῦντα ἤγουν τῶν ὅλων φροντιστικόν. διὸ καὶ ὁ Κλεάνθης, ὣς φασιν, ἐδάσυνε τὸ ὁ τῆς ἀρχούσης. — [152] ὁλοόφρονα δ’ αὐτὸν (Ἄτλαντα) εἰρῆσθαι διὰ τὸ περὶ τῶν ὅλων φροντίζειν καὶ προνοεῖσθαι τῆς πάντων αὐτοῦ τῶν μερῶν σωτηρίας.