[545] [146] πόρνης δὲ Ἀφροδίτης ἱερόν ἐστι παρὰ Ἀβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς φρουροὺς τοὺς ἐν αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Κλεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθέντας ἑταίρας πλείονας προσλαβεῖν· ὧν μίαν, κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν, ἀνελομένην τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσαν, ἀπαγγεῖλαι τοῖς Ἀβυδηνοῖς. τοὺς δʼ αὐτίκα μεθʼ ὅπλων ἀφικομένους, ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι.]
[A Cleanthe Stoico haec aliena sunt. Νεάνθης scripsit pro Κλεάνθης, Cyzicenum intellegens, [147] Eum secuti sunt Kaibelius in editione Athenaei et Zeller.]