[535] [129] δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι. κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ ([130])
Ζεῦ πάτερ Ἴδηθεν μεδέων
καὶ τὸ ([131])
Ζεῦ ἄνα Δωδωναῖε
κελεύων ἀναγιγνώσκειν ὑφ’ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα.
[132]
Ζεῦ ἄνα Δωδωναῖε]
τινὲς δὲ ἀναδωδωναῖε ὑφʼ ἓν παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν.