Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 354

Carta 354

[354] Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳ[2504] τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν[2505] τέχνην.