Pular para o conteúdo

Epistulae

Basil, Saint, Bishop of Caesarea · Carta 353

Carta 353

[353] Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. ὦ Μοῦσαι, καὶ λόγοι, καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθεϲ οἵους κομίζονται τοὺς καρπούς, οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοιϲ ὦ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένουσϲ αὐτὸν γὰρ ἐδόκουν[2503] ὁρᾷν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.