Carta 349
[349] Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν, καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος[2493] καὶ τῶν ἐκεῖθεν καλῶν; μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν, ἀεί μοι τὸ προσκυνῶ σε[2494] προσᾴδοντες. δεῖ δὲ ὅμως ἀνέχεσθαι, Βασιλείου κελεύοντος. ἴσθι τοίνυν, ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω,[2495] τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵνʼ ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.