Carta 348
[348] Εἰ τὸ κερδαίνειν ταὐτὸ γριπίζειν[2485] λέγεται, καὶ ταὐτὴν ἔχει τὴν σημασίαν ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφιστική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος·[2486] ἡμεῖς οἱ οὕτω δι’ ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; τίς τοὺς μαθητευομένους μισθοφόρους κατέστησεν; ὑμεῖς[2487] οἱ προτιθέντες τοὺς λόγους ὤνια, ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾷν παρεκίνησας;
Ἐγὼ δέ σοι[2488] τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς[2489] ἐν Θερμοπύλαις ἀγωνιζομένοις[2490] στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα, ἅπαντας εὐμήκεις, καὶ[2491] κατὰ τὸν σὸν Ὅμηρον, δολιχοσκίους, οὓς ὁ ἱερὸς Ἀλφαῖος[2492] ἀποκαταστήσειν κατεπηγγείλατο.