§ 9
Grego
[9] 9. Τί οὖν ποιῶμεν; φαίη τις ἄν. Τί ἄλλο γε ἢ τῆς ψυχῆς ἐπιμέλειαν ἔχειν, πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγοντας; Οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη· ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου τῆς πρὸς τὰ τοῦ σώματος πάθη κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους, γαστρὶ μέν γε τὰ ἀναγκαῖα ὑπηρετοῦντας, οὐχὶ τὰ ἥδιστα, ὡς οἵ γε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλασσαν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες, ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀντλοῦντες πίθον, οὐδὲν πέρας τῶν πόνων ἔχοντες. Κουρὰς δὲ καὶ ἀμπεχόνας ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, ἢ δυστυχούντων ἐστί, κατὰ τὸν Διογένους λόγον, ἢ ἀδικούντων. Ὥστε καλλωπιστὴν εἶναι καὶ ὀνομάζεσθαι ὁμοίως αἰσχρὸν ἡγεῖσθαί φημι δεῖν τοὺς τοιούτους ὡς τὸ ἑταιρεῖν ἢ ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν. Τί γὰρ ἂν διαφέροι, τῷ γε νοῦν ἔχοντι, ξυστίδα ἀναβεβλῆσθαι, ἤ τι τῶν φαύλων ἱμάτιον φέρειν, ἕως ἂν μηδὲν ἐνδέῃ τοῦ πρὸς χειμῶνά τε εἶναι καὶ θάλπος ἀλεξητήριον; Καὶ τἄλλα δὴ τὸν αὐτὸν τρόπον μὴ περιττότερον τῆς χρείας κατεσκευάσθαι, μηδὲ περιέπειν τὸ σῶμα πλέον ἢ ὡς ἄμεινον τῇ ψυχῇ. Οὐχ ἧττον γὰρ ὄνειδος ἀνδρί, τῷ γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίῳ, καλλωπιστὴν καὶ φιλοσώματον εἶναι, ἢ πρὸς ἄλλο τι τῶν παθῶν ἀγεννῶς διακεῖσθαι. Τὸ γὰρ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαι ὅπως ὡς κάλλιστα αὐτῷ τὸ σῶμα ἕξοι οὐ διαγινώσκοντός ἐστιν ἑαυτόν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλματος, ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος, ἀλλά τινος δεῖ περιττοτέρας σοφίας, δι' ἧς ἕκαστος ἡμῶν ὅστις ποτέ ἐστιν ἑαυτὸν ἐπιγνώσεται. Τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι. Κάθαρσις δὲ ψυχῆς, ὡς ἀθρόως τε εἰπεῖν καὶ ὑμῖν ἱκανῶς, τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάζειν· μὴ ὀφθαλμοὺς ἑστιᾶν ταῖς ἀτόποις τῶν θαυματοποιῶν ἐπιδείξεσιν, ἢ σωμάτων θέαις ἡδονῆς κέντρον ἐναφιέντων, μὴ διὰ τῶν ὤτων διεφθαρμένην μελῳδίαν τῶν ψυχῶν καταχεῖν. Ἀνελευθερίας γὰρ δὴ καὶ ταπεινότητος ἔκγονα πάθη ἐκ τοῦ τοιοῦδε τῆς μουσικῆς εἴδους ἐγγίνεσθαι πέφυκεν. Ἀλλὰ τὴν ἑτέραν μεταδιωκτέον ἡμῖν, τὴν ἀμείνω τε καὶ εἰς ἄμεινον φέρουσαν, ᾗ καὶ Δαβὶδ χρώμενος, ὁ ποιητὴς τῶν ἱερῶν ᾀσμάτων, ἐκ τῆς μανίας, ὥς φασι, τὸν βασιλέα καθίστη. Λέγεται δὲ καὶ Πυθαγόραν, κωμασταῖς περιτυχόντα μεθύουσι, κελεῦσαι τὸν αὐλητὴν τὸν τοῦ κώμου κατάρχοντα, μεταβαλόντα τὴν ἁρμονίαν, ἐπαυλῆσαί σφισι τὸ Δώριον· τοὺς δὲ οὕτως ἀναφρονῆσαι ὑπὸ τοῦ μέλους ὥστε τοὺς στεφάνους ῥίψαντας, αἰσχυνομένους ἐπανελθεῖν. Ἕτεροι δὲ πρὸς αὐλὸν κορυβαντιῶσι καὶ ἐκβακχεύονται. Τοσοῦτόν ἐστι τὸ διάφορον ὑγιοῦς ἢ μοχθηρᾶς μελῳδίας ἀναπλησθῆναι. Ὥστε τῆς νῦν δὴ κρατούσης ταύτης ἧττον ὑμῖν μεθεκτέον ἢ οὑτινοσοῦν τῶν προδήλως αἰσχίστων. Ἀτμούς γε μὴν παντοδαποὺς ἡδονὴν ὀσφρήσει φέροντας τῷ ἀέρι καταμιγνύναι, ἢ μύροις ἑαυτοὺς ἀναχρώννυσθαι, καὶ ἀπαγορεύειν αἰσχύνομαι. Τί δ' ἄν τις εἴποι περὶ τοῦ μὴ χρῆναι τὰς ἐν ἁφῇ καὶ γεύσει διώκειν ἡδονάς, ἢ ὅτι καταναγκάζουσιν αὗται τοὺς περὶ τὴν ἑαυτῶν θήραν ἐσχολακότας, ὥσπερ τὰ θρέμματα, πρὸς τὴν γαστέρα καὶ τὰ ὑπ' αὐτὴν συννενευκότας ζῆν; Ἑνὶ δὲ λόγῳ, παντὸς ὑπεροπτέον τοῦ σώματος τῷ μὴ ὡς ἐν βορβόρῳ ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλλοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ ὅσον, φησὶ Πλάτων, ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένους, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος πρόνοιαν ἔχειν εἰς ἐπιθυμιῶν ἀφορμήν. Ἢ τί διαφέρουσιν οἳ τοῦ μὲν σώματος, ὡς ἂν κάλλιστα ἔχοι, φροντίζουσι, τὴν δὲ χρησομένην αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶσι, τῶν περὶ τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι'αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων; Πᾶν μὲν οὖν τοὐναντίον κολάζειν αὐτὸ καὶ κατέχειν, ὥσπερ θηρίου τὰς ὁρμάς, προσῆκε καὶ τοὺς ἀπ' αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ οἱονεὶ μάστιγι τῷ λογισμῷ καθικνουμένους κοιμίζειν, ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾶν τὸν νοῦν ὥσπερ ἡνίοχον ὑπὸ δυσηνίων ἵππων ὕβρει φερομένων παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα· »Οὗτος, ἔφη, οὐ παύσῃ χαλεπώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον;» Διὸ δὴ καὶ Πλάτωνά φασι, τὴν ἐκ σώματος βλάβην προειδόμενον, τὸ νοσῶδες χωρίον τῆς Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν ἄγαν εὐπάθειαν τοῦ σώματος, οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ φοράν, περικόπτοι. Ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν ἐπ' ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα. Ὅτε τοίνυν ἡ ἄγαν αὕτη τοῦ σώματος ἐπιμέλεια αὐτῷ τε ἀλυσιτελὴς τῷ σώματι, καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι, τό γε ὑποπεπτωκέναι τούτῳ καὶ θεραπεύειν μανία σαφής. Ἀλλὰ μὴν εἰ τούτου γε ὑπερορᾶν μελετήσαιμεν, σχολῇ γ' ἂν ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν. Τί γὰρ ἔτι χρησόμεθα πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες; Ἐγὼ μὲν οὐχ ὁρῶ, πλὴν εἰ μή, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέροι θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν. Ὅ γε μὴν ἐλευθερίως πρὸς τὰ τοιαῦτα διακεῖσθαι πεπαιδευμένος πολλοῦ ἂν δέοι ταπεινόν τι καὶ αἰσχρὸν ἔργῳ ἢ λόγῳ ποτὲ προελέσθαι. Τὸ γὰρ τῆς χρείας περιττότερον, κἂν Λύδιον ᾖ ψῆγμα, κἂν τῶν μυρμήκων ἔργον τῶν χρυσοφόρων, τοσούτῳ πλέον ἀτιμάσει ὅσῳπερ ἂν ἧττον προσδέηται· αὐτὴν δὲ δήπου τὴν χρείαν τοῖς τῆς φύσεως ἀναγκαίοις, ἀλλ' οὐ ταῖς ἡδοναῖς ὁριεῖται. Ὡς οἵ γε τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερομένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ' ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι·
Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.
Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον λέγοντι·
Οὐκ ἔραμαι πλουτεῖν, οὔτ' εὔχομαι, ἀλλά μοι εἴη
> ζῆν ἀπὸ τῶν ὀλίγων, μηδὲν ἔχοντι κακόν.
Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν, ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Ἡμῖν δὲ ἄρα εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἐσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει; Ἀλλ', οἶμαι, προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν ἢ τῷ εἰδέναι αὐτὸν εὖ διατίθεσθαι. Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐτὸν θαυμάσειν ἔφη πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται πειραθῆναι. Ἢ Φειδίας μὲν καὶ Πολύκλειτος, εἰ τῷ χρυσίῳ μέγα ἐφρόνουν καὶ τῷ ἐλέφαντι ὧν ὁ μὲν Ἠλείοις τὸν Δία, ὁ δὲ τὴν Ἥραν Ἀργείοις ἐποιησάτην, καταγελάστω ἂν ἤστην ἀλλοτρίῳ πλούτῳ καλλωπιζόμενοι, ἀφέντες τὴν τέχνην, ὑφ' ἧς καὶ ὁ χρυσὸς ἡδίων καὶ τιμιώτερος ἀπεδείχθη· ἡμεῖς δέ, τὴν ἀνθρωπείαν ἀρετὴν οὐκ ἐξαρκεῖν ἑαυτῇ πρὸς κόσμον ὑπολαμβάνοντες, ἐλάττονος αἰσχύνης ἄξια ποιεῖν οἰόμεθα; Ἀλλὰ δῆτα πλούτου μὲν ὑπεροψόμεθα, καὶ τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάσομεν, κολακείας δὲ καὶ θωπείας διωξόμεθα, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλώσομεν; Ἀλλ' οὐκ ἔστιν ὃ μᾶλλον φευκτέον τῷ σωφρονοῦντι τοῦ πρὸς δόξαν ζῆν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε, κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Ἢ τὸν μὴ οὕτως ἔχοντα τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγίγνετο καὶ θηρίον, ὁπότε βούλοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα; εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι, νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λόγους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκης ἐστὶ κολάκων. Καὶ ὥσπερ φασὶ τὸν πολύποδα τὴν χρόαν πρὸς τὴν ὑποκειμένην γῆν, οὕτως αὐτὸς τὴν διάνοιαν πρὸς τὰς τῶν συνόντων γνώμας μεταβαλεῖται.
Português
[9] IX. Alguém poderia dizer: o que então faremos? O que mais do que ter cuidado com a alma, passando toda sua ocupação afastada de outros interesses? Não sejamos, portanto, escravos do corpo, exceto aquilo que for completamente necessário. Mas que se forneça o que há de melhor para a alma, como se a libertássemos de uma cadeia da comunhão com as paixões do corpo,[48] ao mesmo tempo trabalhando o corpo para ficar mais forte do que as paixões[49], servindo ao ventre aquilo que for necessário e não o mais agradável. Ao contrário do que pensam alguns mestres de banquetes e cozinheiros, que investigam toda terra e mar, como se levassem tributos a um senhor difícil, dignos de misericórdia pela ocupação, ao sofrerem por isso nada mais insuportável do que as punições no Hades, cardando lã crua para queimar,[50] levando água com peneira, vertendo água em um vaso furado, sem ter nenhum limite dos trabalhos.[51]
Ter ocupação com cortes de cabelo e vestuário além das necessidades é próprio ou de infelizes, ou de injustos, de acordo com a palavra de Diógenes.[52] Assim, afirmo que se deve considerar igualmente vergonhoso ser ou ter fama de almofadinha e deve-se considerar que essas pessoas têm o objetivo de libertinagem ou adultério. Que diferença haveria, para quem é sensato, ter de se vestir com uma roupa elegante, ou portar uma veste grosseira, enquanto não faltar nada da proteção contra o frio e o calor? Quanto ao resto, do mesmo modo, que não se prepare o que vai além da necessidade, nem trate o corpo mais do que para que tenha o melhor para a alma. De fato, não é uma censura menor ao homem que é verdadeiramente digno dessa apelação ser almofadinha e amante do corpo ou estar disposto a algum outro tipo de paixão. De fato, aplicar todo o empenho para ter o corpo da maneira mais bela para si não é próprio de quem reconhece a si mesmo, sem a compreensão do sábio mandamento, porque o homem não é o que se vê, mas necessita de algo da sabedoria abundante, através da qual cada um de nós reconhece-se como é de verdade. E isso é mais impossível aos que não purificaram a mente do que cegos verem a luz do sol. Uma purificação da alma, para dizer de modo sucinto e suficiente para nós, é desonrar os prazeres dos sentidos: não festejar os olhos com as exibições irreais dos acrobatas ou com as vistas dos corpos que deixam cair o aguilhão do prazer para deter a melodia dissoluta das almas através dos ouvidos.
De fato, as paixões naturalmente geram os frutos da dependência e da baixeza a partir dessa forma de música. Mas devemos perseguir a outra música, a melhor e que conduz ao melhor, da qual fez uso Davi – o poeta dos cânticos sagrados – que, como dizem, acalmava o rei da loucura.[53] Diz-se também que Pitágoras, ao encontrar foliões, ordenou o flautista que chefiava os festejos, ao trocar a harmonia, tocar para eles o modo dórico. E eles – dizem – recobraram a sensatez sob a ação da melodia, a ponto de lançarem fora as coroas e, envergonhados, voltarem para casa. Outros chegam até a ser coribantes e bacantes diante do som do aulo. Tal é a diferença entre estar repleto com a melodia saudável e a nociva. Assim, quando esta última domina, devemos tomar uma parte menor dela do que de qualquer outro assunto dos que são evidentemente indecorosos. E me envergonha até proibir misturar ao ar diversos elementos sem valor que trazem prazer pelo olfato ou embelezar-se com perfumes. O que se diria sobre não perseguir os prazeres no tato e no gosto, exceto que eles constringem as pessoas que se ocupam de sua caça, como os filhos que vivem voltados para o ventre e o que está abaixo dele?
Para resumir: a pessoa que não vai se enterrar na imundície dos prazeres deve desprezar totalmente o corpo e deve-se se afastar disso, diz Platão, o quanto se “adquire de serviço para a filosofia,”[54] dizendo algo parecido a Paulo, que recomenda não dever ter nenhum cuidado com o corpo para dar início aos desejos.[55] Ou o que é diferente, uns se preocupam com o corpo para que ele fique na melhor condição, mas desprezam a alma que faz uso dele como digna de nada, preocupando-se com os instrumentos, mas não dando valor à arte que opera esses instrumentos. Portanto, convém fazer o exato oposto: castigá-lo e retê-lo, como os ímpetos das bestas. E aqueles que se encontram nesse tumulto convém fazer descansar fazendo uso da alma como um açoite e não, ao soltar o freio do prazer, desprezar a mente e levar como um auriga que é desviado por cavalos difíceis levados pelo excesso.[56] É preciso lembrar-se de Pitágoras, que, ciente de que um de seus alunos se refestelava com ginásios e comidas, disse: “Ei você! Não vai parar de deixar a cadeia ainda mais dura para você mesmo?”. Por isso que dizem que Platão, antevendo o prejuízo para o corpo, propositalmente escolheu a região insalubre da Ática, a Academia, para cortar o prazer excessivo do corpo, como o ramo excessivo da vinha.[57] E eu mesmo ouvi de médicos que uma boa condição extrema é prejudicial.
Portanto, quanto o cuidado excessivo do corpo não é benéfico ao próprio corpo e é um impedimento para a alma, render-se a ele e servi-lo é uma evidente loucura. Contudo, se nos esforçarmos em desprezá-lo, facilmente nos assombraríamos com outros aspectos da humanidade. De fato, que uso teríamos para a riqueza, nós que desprezamos os prazeres através do corpo? Pois eu não vejo, a não ser que, à maneira dos dragões nos mitos, traga algum prazer dormir em cima de tesouros enterrados. A pessoa que foi ensinada a se portar livremente diante de tais coisas careceria muito para escolher algo baixo e vergonhoso em ação ou palavra. De fato, o que está além da necessidade, mesmo se for um fragmento lídio, mesmo se for obra das formigas que escavam ouro[58], tem menos em valor o quanto menos é necessário. Seguramente vai se orientar pela utilidade daquilo que é naturalmente necessário e não pelos prazeres. Como aqueles que se localizam fora dos termos da necessidade, de modo semelhante aos que são levados para baixo nas descidas dos montes, não têm nada firme para pisar, de modo algum param no seu movimento para frente. Mas o quanto mais avançam, precisam do mesmo incentivo ou de mais para a satisfação do desejo, segundo Sólon, o filho de Execestides, que diz:
“Não há nenhum termo evidente da riqueza para os homens”
Façamos uso de Teógnis como mestre, quando ele fala:
“Não gosto de ser rico, nem desejo, mas que eu
> possa viver com poucas posses, não tendo nada de ruim.”[59]
Eu também admiro o desprezo de Diógenes por todas as coisas humanas, ele que se disse mais rico do que o grande rei, por necessitar de menos do que aquele para a vida.[60] Logo, se nós tivéssemos os talentos de Pítio, o mísio, tantos e tantos alqueires de terra, rebanhos de gado em número além da contagem, nada bastará?[61] Mas, julgo, convém, se estiver distante disso, não desejar a riqueza e se a possuir não pensar em adquirir mais do que saber bem dispor dela. De fato, é belo o dito de Sócrates, que, quando um homem rico se orgulhava de suas posses, disse que se admiraria dele não antes de ele ser testado que sabe fazer uso delas.[62] Ou Fídias e Policleto, se se orgulhassem do ouro ou do marfim a partir do qual ambos esculpiram Zeus na Élida e Hera em Argos, seriam ridículos de se embelezarem com ouro alheio, deixando de lado a arte pela qual o ouro se mostra mais agradável e valoroso. Quanto a nós, se supusermos que a virtude humana não basta em si mesma para o adorno, vamos nos dignar ter uma atitude menos vergonhosa?
Mas, de fato, vamos desprezar a riqueza, e vamos desonrar os prazeres dos sentidos, vamos expulsar a adulação e a subserviência, mas vamos admirar a astúcia e a malícia da raposa de Arquíloco?[63] Mas não deve ser o que o sensato deve mais fugir do que o viver segundo a fama, ter em conta as opiniões da maioria e não fazer a razão reta o líder da vida, de modo que, mesmo se contradisser a todos os homens, em nada escolher se mover daquilo que foi corretamente conhecido. De fato, vamos dizer que a pessoa que está nessa situação está a que distância daquele sofista egípcio,[64] que se tornava planta e bicho, quando quisesse, e fogo, água e todas as coisas? Se também ele elogiar a justiça junto àqueles que a amam, mas emitir falas contrárias, quando perceber a injustiça em alta conta, ação que é própria dos aduladores. E como dizem sobre o pólipo que muda a cor de acordo com o terreno que está abaixo, da mesma forma ele muda o pensamento de acordo com as opiniões das pessoas em sua volta.