Capítulo 21
[21.1] Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ᾿ ἄν, οἷον οὗτος ὁ λόγος. Ἆρά γ᾿ ἐστὶ τὸ οὗ καταλύεις οἰκία; Ναί. Οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; Ναί. Ἔφησας δ᾿ εἶναι τὸ οὗ καταλύεις οἰκίαν· ἡ οἰκία ἄρα ἀπόφασις. Ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ ταὐτὸ σημαίνει ὀξύτερον τὸ δὲ βαρύτερον ῥηθέν.