Pular para o conteúdo

Περὶ σοφιστικῶν ἐλέγχων

Aristóteles · Capítulo 20

Capítulo 20

[20.1] Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον· ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον. Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν. Ἆρ᾿ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; καὶ ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδες; Ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων ἐρωτημάτων, ἀλλ᾿ ἔστι παρὰ σύνθεσιν. [20.2] Οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται διαιρούμενος, εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος τῇ προσῳδίᾳ λεχθὲν σημαίνει ἕτερον. Ἀλλ᾿ ἐν μὲν τοῖς γεγραμμένοις ταὐτὸν ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον ᾖ καὶ ὡσαύτως, κἀκεῖ δ᾿ ἤδη παράσημα ποιοῦνται, τὰ δὲ φθεγγόμενα οὐ ταὐτά. Ὥστ᾿ οὐ διττὸν τὸ παρὰ διαίρεσιν. Φανερὸν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν.

[20.3] Διαιρετέον οὖν τῷ ἀποκρινομένῳ· οὐ γὰρ ταὐτὸν ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον. Καὶ ὁ Εὐθυδήμου δὲ λόγος, ἆρ᾿ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν; Καὶ πάλιν, ἆρ᾿ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι; εἴη δ᾿ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός· ὥστ᾿ ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός. Ἆρ᾿ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; Τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα· σπουδαῖον ἄρα μάθημα τὸ κακόν. [20.4] Ἀλλὰ μὴν καὶ κακὸν καὶ μάθημα τὸ κακόν, ὥστε κακὸν μάθημα τὸ κακόν. Ἀλλ᾿ ἐστὶ κακῶν σπουδαία ἐπιστήμη. Ἆρ᾿ ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας; Γέγονας ἄρα νῦν. Ἢ ἄλλο σημαίνει διαιρεθέν· ἀληθὲς γὰρ εἰπεῖν νῦν ὅτι σὺ γέγονας, ἀλλ᾿ οὐ νῦν γέγονας. Ἆρ᾿ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; Οὐ κιθαρίζων δ᾿ ἔχεις δύναμιν τοῦ κιθαρίζειν· κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων. Ἢ οὐ τούτου ἔχει τὴν δύναμιν τοῦ οὐ κιθαρίζων κιθαρίζειν, ἀλλ᾿ ὅτε οὐ ποιεῖ, τοῦ ποιεῖν.

[20.5] Λύουσι δέ τινες τοῦτον καὶ ἄλλως. Εἰ γὰρ ἔδωκεν ὡς δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθαρίζειν· οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν· οὐ ταὐτὸν δ᾿ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. Ἀλλὰ φανερὸν ὅτι οὐ καλῶς λύουσιν· τῶν γὰρ παρὰ ταὐτὸν λόγων ἡ αὐτὴ λύσις, αὕτη δ᾿ οὐχ ἁρμόσει ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένους, ἀλλ᾿ ἔστι πρὸς τὸν ἐρωτῶντα, οὐ πρὸς τὸν λόγον.