Capítulo 8
[93a] Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ καλῶς, καὶ τί ἐστιν ὁ ὁρισμός, καὶ τοῦ τί ἐστιν ἆρά πως ἔστιν ἀπόδειξις καὶ ὁρισμὸς ἢ οὐδαμῶς. ἐπεὶ δʼ ἐστίν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εὐδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ σἴτίον τοῦ εἰ ἔστι [93a5] (λόγος δὲ τούτου, ὅτι ἔστι τι τὸ αἴτιον, καὶ τοῦτο ἢ τὸ αὐτὸ ἢ ἄλλο, κἄν ᾖ ἄλλο, ἢ ἀποδεικτὸν ἢ ἀναπόδεικτον)—εἰ τοίνυν ἐστὶν ἄλλο καὶ ἐνδέχεται ἀποδεῖξαι, ἀνάγκη μέσον εἶναι τὸ σἴτιον καὶ ἐν τῷ σχήματι τῷ πρώτῳ δείκνυσθαι· καθόλου τε γὰρ καὶ κατηγορικὸν τὸ δεικνύμενον. εἷς μὲν δὴ [93a10] τρόπος ἄν εἴη ὁ νῦν ἐξητασμένος, τὸ διʼ ἄλου του τί ἐστι δείκνυσθαι, τῶν τε γὰρ τί ἐστιν ἀνάγκη τὸ μέσον εἶναι τί ἐστι, καὶ τῶν ἰδων ἴδιον. ὥστε τὸ μὲν δείξει, τὸ δʼ οὐ δείξει τῶν τί ἦν εἶναι τῷ αὐτῷ πράγματι.
Oὗτος μὲν οὖν ὁ τρόπος ὅτι οὐκ ἄν εἴη ἀπόδειξις, εἴρηται [93a15] πρότερον· ἀλλʼ ἔστι λογικὸς συλλογισμός τοῦ τί ἐστιν. ὃν δὲ τρόπον ἐνδέχεται, λέγωμεν, εἰπόντες πάλιν ἐξ ἀρχῆς. ὥσπερ γὰρ τὸ διότι ἴητοῦμεν ἔχοντες τὸ ὅτι, ἐνίοτε δὲ καὶ ἅμα δέῆλα γίνεται, ἀλλʼ οὔτι τπρότερόν γε τὸ διότι δυνατόν γνωρίσαι τοῦ ὅτι, δῆλον ὅτι ὁμοίως καὶ τὸ τί ἦν εἶναι οὐκ ἄνευ τοῦ [93a20] ὅτι ἔστιν· ἀδύνατον γὰρ εἰδέναι τί ἐστιν, ἀγνοοῦντας εἰ ἔστιν. γὸ δʼ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκός ἔχομεν, ὁτὲ δʼ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος, οἷον βροντήν, ὅτι ψόφος τις νεφῶν, καὶ ἔκλειφιν, ὅτι στέρησίς τις φωτός, καὶ ἄνθρωπον, ὅτι ζῷόν τι, καὶ φυχήν, ὅτι αὐτὸ αὑτὸ κινοῦν. ὅσα μὲν [93a25] οὖν κατὰ συμβεβηκὸς οἴδαμεν ὅτι ἔστιν, ἀναγκαῖον μηδαμῶς ἔχειν πρὸς τὸ τί ἐστιν· οὐδὲ γὰρ ὅτι ἔστιν ἴσμεν· τὸ δὲ ζητεῖν τί ἐστι μὴ ἔχοντας ὅτι ἔστι, μηδὲν ζητεῖν ἐστιν. καθʼ ὅσων δʼ ἔχομέν τι, ῥᾷον. ὥστε ὡς ἔχομεν ὅτι ἔστιν, οὕτως ἔχομεν καὶ τπρὸς τὸ τί ἐστιν. ὧν οὖν ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὧδε· ἔκλειψις ἐφʼ οὗ τὸ Α, σελήνη ἐφʼ οὗ Γ. ἀντίφραξις [93a30] γῆς ἐφʼ οὅ Β. τὸ μὲν οὖν πότερον ἐκλείπει ἢ οὔ, τὸ Β ζητεῖν ἔστιν, ἆρʼ ἔστιν ἢ οὔ. τοῦτο δʼ οὐδὲν διαφέρει ζητεῖν ἢ εἰ ἔστι λόγος αὐτοῦ· καὶ ἐὰν ᾖ τοῦτο, κἀκεῖνό φαμεν εἶναι. ἢ ποτέρας τῆς ἀντιφάσεως ἐστιν ὁ λόγος, πότερον τοῦ ἔχειν δύο ὀρθὰς ἢ τοῦ μὴ ἔχειν. ὅταν δʼ εὕρωμεν, ἄμα τὸ ὅτι καὶ τὸ [93a35] διότι ἴσμεν, ἄν διʼ ἀμέσων ᾖ· εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δʼ οὔ. σελήνη Γ, ἔκλειψις Α, τὸ πανσελήνου σκιὰν μὴ δύνασθαι ποιεῖν μηδενὸς ἡμῶν μεταξὺ ὄντος φανεροῦ, ἐφʼ οὗ Β. εἰ τοίνυν τῷ Γ ὑπάρχει τὸ Β τὸ μὴ δύνασθαι ποιεῖν σκιὰν μηδενὸς μεταξύ ἡμῶν ὄντος, τούτῳ δὲ τὸ Α τὸ ἐκλελοιπέναι, [93b] ὅτι μὲν ἐκλείπει δῆλον, διότι δʼ οὔπω, καὶ ὅτι μὲν ἔστιν ἕκλειφις ἴσμεν, τί δʼ ἐστὶν οὐκ ἴσμεν. δήλου δʼ ὄντος ὅτι τὸ Α τῷ Γ ὑπάρχει, ἀλλὰ διὰ τί ὑπάρχει, τὸ ζητεῖν τὸ Β τί ἐστι, πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης [93b5] ἢ ἀπόσβεσις. τοῦτο δʼ ἐστὶν ὁ λόγος τοῦ ἑτέρου ἄκρου, οἶον ἐν τούτοις τοῦ Α· ἔστι γὰρ ἡ ἔκλειψις ἀντίφραξις ὑπὸ γῆς. τί ἐστι βροντή; πυρὸς ἀπόσβεσις ἐν νέφει. διὰ τί βροντᾶ; διὰ τὸ ἀποσβέννυσθαι τὸ πῦρ ἐν τῷ νέφει. νέφος Γ, βροντὴ Α, ἀπόσβεσις πυρὸς τὸ Β. τῷ δὴ Γ τῷ νέφει ὑπάρχει τὸ Β [93b10] (ἀποσβέννυται γὰρ ἐν αὐτῷ τὸ πῦρ), τούτῳ δὲ τὸ Α, ψόφος· καὶ ἔστι γε λόγος τὸ Β τοῦ τοῦ τπρώτου ἄκρου. ἂν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ, ἐκ τῶν παραλοίπων ἔσται λόγων.
Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι καὶ γίνεται γνώ· [93b15] ριμονν, εἴρηται, ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδʼ ἀπόδειξις, δῆλον μέντοι διὰ συλλογισμοῦ καὶ διʼ ἀποδείξεως· ὥστʼ οὔτʼ ἄνευ ἀποδείξεως ἔστι γνῶναι τὸ τί ἐστιν, οὗ ἔστιν αἴτιον ἄλλο, οὔτʼ ἔστιν ἀπόδειξις αὐτοῦ, ὥσπερ καὶ ἐν τοῖς διατπορήμασιν εἴπομεν.