Capítulo 7
Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί [92a35] ἐστιν; οὔτε γὰρ ὡς ἀποδεικνὺς ἐξ ὁμολογουμένων εἶναι δῆλον ποιήσει ὅτι ἀνάγκη ἐκείνων ὄντων ἕτερόν τι εἶναι (ἀπόδειξις γὰρ τοῦτο), οὄθʼ ὡς ὁ ἐπάγων διὰ τῶν· καθʼ ἕκαστα δήλων ὄντων, ὅτι πᾶν οὕτοὡς τῷ μηδὲν ἄλλως· οὐ γὰρ τί [92b] ἐστι δείκνυσιν, ἀλλʼ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν. τίς οὖν ἄλλος τρόπος λοιπός; οὐ γὰρ δὴ δείξει γε τῇ αἰσθήσει ἢ τῷ δακτύλῳ.
Ἔτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν, εἰδέναι καὶ ὅτι ἔστιν (τὸ γὰρ [92b5] μὴ ὂν οὐδεὶς οἶδεν ὅ τι ἐστίν, ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ὅταν εἴπω τραγέλαφος, τί δʼ ἐστὶ τραγέλαφος ἀδύνατον εἰδέναι). ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἕστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει; ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ καὶ ἡ ἀπόδειξις· τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι [92b10] ἄνθρωπον ἄλλο.
Εἶτα καὶ διʼ ἀποδείξεώς φαμεν ἀναγκαῖον εἶναι δείκνυσθαι ἅπαν ὅ τι ἐστίν, εἰ μὴ οὐσία εἴη. τὸ δʼ εἶναι οὐκ οὐσία οὐδενί οὐ γὰρ γένος τὸ ὄν. ἀπόδειξις ἄρʼ ἔσται ὅτι ἔστιν. ὅπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι. τί μὲν γὰρ σημαί· [92b15] νει τὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέτρης, ὅτι δʼ ἔστι, δείκνυσιν. τί οὖν δείξει ὁ ὁριζόμενος ἢ τί ἐστι τὸ τρίγωνον; εἰδὼς ἄρα τις ὁρισμῷ τί ἐστιν, εἰ ἔστιν οὐκ εἴσεται. ἀλλʼ ἀδύνατον.
Φανερὸν δὲ καὶ κατὰ τούς νῦν τρόπους τῶν ὅρων ὡς οὐ δεικνύουσιν οἱ ὁριζόμενοι ὅτι ἔστιν. εἰ γὰρ καὶ ἕστιν ἐκ τοῦ μέσου [92b20] τι ἴσον, ἀλλὰ διὰ τί ἔστι τὸ ὁρισθέν; καὶ διὰ τί τοῦτʼ ἔστι κύκλος; εἴη γὰρ ἄν καὶ ὀρειχάλκου φάναι εἶναι αὐτόν. οὔτε γὰρ ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον προσδηλοῦσιν οἱ ὅροι, οὔτε ὅτι ἐκεῖνο οὗ φασὶν εἶναι ὁρισμοί, ἀλλʼ ἀεὶ ἔξεστι λέγειν τὸ διὰ τί.
[92b25] Εἰ ἄρα ὁ ὁριόμενος δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τούνομα, εἰ μὴ ἔστι μηδαμῶς τοῦ τί ἐστιν, εἴη ἄν ὁ ὁρισμός λόγος ὀνόματι τὸ αὐτὸ σημαίνων. ἀλλʼ ἄτοπον. πρῶτον μὲν γὰρ καὶ μὴ οὐσιῶν ἄν εἴη καὶ τῶν μὴ ὄντων· σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα. ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ὄαν [92b30] εἶεν· εἴη γὰρ ἄν ὄνομμα θέσθαι ὁποιῳοῦν λόγῳ, ὥστε ὅρους ἄν διαλεγομεθα πάντες καὶ ἡ Ἰλιὰς ὁρισμὸς ἄν εἴη. ὅτι οὐδεμία ἀπόδειξις ἀποδείξειεν ἄν ὅτι τοῦτο τοὔνομα τουτὶ δηλοῖ· οὐδʼ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσιν.
[92b35] Ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμός καὶ συλλογισμός φαίνεται ταὐτὸν ὄν, οὔτε ταὐτοῦ συλλογισμός καὶ ὁρισμός· τπρός δὲ τούτοις, ὅτι οὔτε ὁ ὁρισμός οὐδὲν οὔτε ἀποδείκνυσιν οὔτε δείκνυσιν, οὔτε τὸτίέστιν οὐθʼ ὁρισμῷ οὔτʼ ἀποδείξει ἔστι γνῶναι.