Pular para o conteúdo

Ἀναλυτικὰ πρότερα

Aristóteles · Capítulo 14

Capítulo 14

Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα ἐκλέγειν δεῖ τάς [98a] τε ἀνατομάς καὶ τὰς διαιρέσεις, οὕτω δὲ ἐκλέγειν, ὑποθέμενον τὸ γένος τὸ κοινὸν ἀπάντων, οἷον εἰ ζῷα εἴη τὰ τεθεωρημένα, ποῖα παντὶ ξῴῳ ὑπάρχει, ληφθέντων δὲ τούτων, [98a5] πάλιν τῶν· λοιπῶν τῷ τπρώτῳ ποῖα παντὶ ἕπεται, οἷον εἰ τοῦτο ὄρνις, ποῖα παντὶ ἕπεται ὄρνιθι, καὶ οὕτως αἰεὶ τῷ ἐγύτατα· δῆλον γὰρ ὅτι ἕξομεν ἤδη λέγειν τὸ διὰ τί ὑπάρχει τὰ ἑπόμενα τοῖς ὑπὸ τὸ κοινόν, οἶον διὰ τί ἀνθρώπῳἢ ἵππῳ ὑπάρχει. ἔστω δὲ ξῷον ἐφʼ οὗ Α, τὸ δὲ Β τὰ [98a10] ἑπόμενα παντὶ ζῴῳ, ἐφʼ ὧ δὲ Γ Ε τὰ τινὰ ῷα. δῆλον δὴ διὰ τί τὸ Β ὑπάρχει τῷ Δ διὰ γὰρ τὸ Α. μούως δὲ καὶ τοῖς ἄλλοις· καὶ ἀεὶ ἐπὶ τῶν κάτω ὁ αὐτὸς λόγος.

Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματαε ἀέγομεν, δεῖ δὲ μὴ μόνον ἐπὶ τούτων σκοηεῖν, ἀλλὰ καὶ [98a15] ἄν ἄλλο τι ὀφθῇ ὑπάρχον κοινόν, ἐκλαμβάνοντα, εἶτα τίσι τοῦτʼ ἀκολουθεῖ καὶ ποῖα τούτῳ ἕπεται, οἶον τοῖς κέρατα ἔχουσι τὸ ἔχειν ἐχῖνον, τὸ μὴ ἀμφώδοντʼ εἶναι· πάλιν τὸ κέρατʼ ἔχειν τίσιν ἕπεται. δῆλον γὰρ διὰ τί ἐκείνοις ὑπάρξει τὸ εἰρημένον· διὰ γὰρ τὸ κέρατʼ ἔχειν ὑπάρξει. [98a20] Ἔτι δʼ ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν. ἕν γὰρ λαβεῖν οὐκ ἔστι τὸ αὐτό, ὃ δεῖ καλέσαι σηπίον καὶ ἄκανθαν καὶ ὀστοῦν· ἔσται δʼ ἑπόμενα καὶ τούτοις ὥσπερ μιᾶς τινος φύσεως τῆς τοιαύτης οὔσης.