Capítulo 13
Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται, καὶ [96a20] τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ οὐκ ἕστιν, εἴρηται τπρότερον· πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα, νῦν λέγωμεν.
Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει ἐπὶ τπλέον, οὐ μέντοι ἔξω τοῦ γένους. λέγω δὲ ἐπὶ πλέον ὑπάρχειν [96a25] ὅσα ὑπάρχει μὲν ἑκάστῳ καθόλου, οὐ μὴν ἀλλὰ καὶ ἄλλῳ. οἷον ἔστι τι ὅ πάσῃ τριάδι ὑπάρχει, ἀλλὰ καὶ μὴ τριάδι, ὥσπερ τὸ ὂν ὑπάρχει τῇ τριάδι, ἀλλὰ καὶ μὴ ἀριθμῷ, ἀλλὰ καὶ τὸ περιττὸν ὑπάρχει τε πάσῃ τριάδι [96a30] καὶ ἐπὶ πλέον ὑπάρχει (καὶ γὰρ τῇ πεντάδι ὑπάρχει), ἀλλʼ οὐκ ἕξω τοῦ γένους· ἡ μὲν γὰρ πεντὰς ἀριθμός, οὐδὲν δὲ ἔξω ἀριθμοῦ περιττόν. τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἔως τοσαῦτα ληφθῇ πρῶτον ὧν ἕκαστον μὲν ἐπὶ πλέον ὑπάρξει, ἅπόντα δὲ μὴ ἐπὶ πλέον· ταύτην γὰρ ἀνάγκη οὐσίαν εἶναι [96a35] τοῦ πράγματος. οἷον τριάδι ὑπάρχει πάσῃ ἀριθμός, τὸ περιττόν, τὸ πρῶτον ἀμφοτέρως, καὶ ὡς μὴ μετρεῖσθαι ἀριθμῷ καὶ ὡς μὴ συγκεῖσθαι ἐξ ἀριθμῶν. τοῦτο τοίνυν ἤδη ἐστὶν ή τριάς, ἀριθμὸς περιττὸς πρῶτος καὶ ὡδὶ πρῶτος. τούτῶν γὰρ ἕκαστον, τὰ μὲν καὶ τοῖς περιττοῖς πᾶσιν ὑπάρχει, [96b] τὸ δὲ τελευταῖον καὶ τῇ δυάδι, πάντα δὲ οὐδενί. ἐπεὶ δὲ δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω ὅτι καθόλου μέν ἐστι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα (τὰ καθόλου δὲ ἀναγκαῖα), τῇ δὲ τριάδι, καὶ ἐφʼ οὗ ἄλλου οὕτω λαμβάνεται, ἐν τῷ τί ἐστι τὰ [96b5] λαμβανόμενα, οὕτως ἐξ ἀνάγκης μὲν ἄν εἴη τριὰς ταῦτα. ὅτι δʼ οὐσία, ἐκ τῶνδε δῆλον. ἀναάγκη γάρ, εἰ μὴ τοῦτο ἦν τριάδι εἶναι, οἶον γένος τι εἶναι τοῦτο, ἢ ὐνομασμένον ἢ ἀνώνυμον. ἔσται τοίνυν ἐπὶ πλέον ἢ τῇ τριάδι ὑπάρχον. ὑποκείσθω γὰρ τοιοῦτον εἶναι τὸ γένος ὥστε ὑπάρχειν κατὰ δύναμιν [96b10] ἐπὶ πλέον. εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλᾳῳ ἢ ταῖς ἀτόμοις τριάσι, τοῦτʼ ἄν εἴη τὸ τριάδι εἶναι (ὑποκείσθω γὰρ καὶ τοῦτο, ἡ οὐσία ἡ ἑκάστου εἶναι ἡ ἐπὶ τοῖς ἀτόμοις ἔσχατος τοιαύτη κατηγορία)· ὥστε ὁμοίως καὶ ἄλλῳ ὁτῳοῦν τῶν οὕτω δειχθέντων τὸ αὐτῷ εἶναι ἔσται.
[96b15] Χρὴ δέ, ὅταν ὅλον τι πραγματεύηταί τις, διελεῖν τὸγένος εἰς τὰ ἄτομα τῷ εἶδει τὰ πρῶτα, οἷον ἀριθμὸν εἰς τριάδα καὶ δυάδα, εἴθ’ οὕτως ἐκείνων ὁρισμοὺς πειρᾶσθαι λαμβάνειν, οἷον εὐθείας γραμμῆς καὶ κύκλου, καὶ ὀρθῆς γωνίας, μετὰ δὲ τοῦτο λαβόντα τί τὸ γένος, οἷον πότερον τῶν [96b20] ποσῶν ἢ τῶν ποιῶν, τὰ ἴδιαα πάθη θεωρεῖν διὰ τῶν κοινῶν πρώτων. τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα, διὰ τὸ ἀρχὴν εἶναι πάντων τὸν ὁρισμόν καὶ τὸ ἁπλοῦν καὶ τοῖς ἁπλοῖς καθʼ αὑτὰ ὑπάρχειν τὰ συμβαίνοντα μόνοις, τοῖς δʼ ἄλλοις κατʼ ἐκεῖνα. αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφορὰς χρήσιμοί [96b25] εἰσιν εἰς τὸ οὕτω μετιέναι· ὡς μέντοι δεικνύουσιν, εἶρηται ἐν τοῖς πρότερον. χρήσιμοι δʼ ἄν εἶεν ὧδε μόνον πρὸς τό συλλογίζεσθαι τὸ τί ἐστιν. καίτοι δόξειέν γʼ ἄν οὐδέν, ἀλλʼ εὐθὺς λαμβάνειν ἅπαντα, ὥσπερ ἄν εἰ ἐξ ἀρχῆς ἐλάμβανέ τις ἄνευ τῆς διαιρέσεως. διαφέρει δέ τι τὸ πρῶτον καὶ ὕστερον [96b30] τῶν κατηγορουμένων κατηγορεῖσθαι, οἷον εἰπεῖν ζῷον ἥμερον δίπουν ἢ δίπουν ἴον ἥμερον. εἰ γὰρ ἅπαν ἐκ δύο ἐστί, καὶ ἕν τι τὸ ζῷον ἥμερον, καὶ πάλιν ἐκ τούτου καὶ τῆς διαφορᾶς ὁ ἄνθρωπος ἢ ὅ τι δήποτʼ ἐστὶ τὸ ἓν νόμενον, ἀναγκαῖον διελόμενον αἰτεῖσθαι.
[96b35] Ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν ἐν τῷ τί ἐστιν οὕτω μόνως ἐνδέχεται. ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος, ἄν μὲν τῶν κάτωθέν τινα διαιρέσεων λαμβάνῃ, οὐκ ἐμπεσεῖται ἅπαν εἰς τοῦτο, οἷον οὐ πᾶν ζῷον ἢ ὁλόπτερον ἢ σχιζόπτερον, ἀλλὰ πτήνον ζῷον ἅπαν· τούτου γὰρ διαφορὰ αὕτη. πρώτη δὲ διαφορά ἐστι ζῴ εἰς ἣν [97a] ἅπαν ζῷον ἐμπίπτει. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπʼ αὐτό, οἷον ὄρνιθος, εἰς ἣν ἅπας ὄρνις, καὶ ἰχθύος, εἰς ἣν ἅπας ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν εἰδέναι ὅτι οὐδὲν παραλέλειπται· ἄλλως δὲ [97a5] καὶ παραλιπεῖν ἀναγκαῖον· καὶ μὴ εἰδέναι, οὐδὲν δὲ δὲ τὸν ὁριζόμενον καὶ διαιρούμενον ἅπόντα εὐδέναι τὰ ὄντα. καίτοι ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εὐδέναι τὰς τπρὸς ἕκαστον μὴ εὐδότα ἕκαστον· ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι ἕκαστον εἰδέναι· οὗ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτῳ, οὗ δὲ [97a10] διαφέρει, ἕτερον τούτου. πρῶτον μὲν οὖν τοῦτο φεῦδος· οὐ γὰρ κατὰ πᾶσαν διαφορὰν ἕτερον· πολλαὶ γὰρ διαφοραὶ ὑπάρχουσι τοῖς αὐτοῖς τῷ εἴδει, ἀλλʼ οὐ κατʼ οὐσίαν οὐδὲ καθ’ αὑτά. εἶτα ὅταν λάβη τἀντικείμενα καὶ τὴν διαφορὰν καὶὅτι [97a15] πᾶν ἐμπίπτει ἐνταῦθα ἢ ἐνταῦθα, καὶ λάβη ἐν θατέρῳ τὸ ζητούμενον εἶναι, καὶ τοῦτο γινώσκῃ, οὐδὲν διαφέρει εἰδέναι ἢ μὴ εἰδέναι ἐφʼ ὅσων κατηγοροῦνται ἄλλων αἱ διαφοραί. φανερὸν γὰρ ὅτι ἄν οὕτω βαδίζων ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἔστι διαφορά, ἔξει τὸν λόγον τῆς οὐσίας. τὸ δʼ [97a20] ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἄν ᾖ ἀντικείμενα ὧν μὴ ἔστι μεταξύ, οὐκ αἴτημα· ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ αὐτῶν εἶναι, εἴπερ ἐκείνου διαφορά ἐστι.
Εἴς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαρέσεων τρῶνἢ δεῖ στοχάζεσθαι, τοῦ λαβεῖν τὰ κατηγοροτμενα ἐν τῷ τί [97a25] ἐστι, καὶ ταῦτα τάξαι τί τπρῶτον ἢ δεύτερον, καὶ ὅτι ταῦτα πάντα. ἔστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι, ὥσπερπρός συμβεβηκὸς συλλογίσασθαι ὅτι ὑπάρχει, καὶ διὰ τοῦ γένους κατασκευάσαι. τὸ δὲ τάξαι ὡς δεῖ ἔσται, ἐὰν τὸ πρῶτον λάβη. τοῦτο δʼ ἔσται, ἐὰν ληφθῇ ὃ πᾶσιν ἀκολουθεῖ, [97a30] ἐκείνῳ δὲ μὴ πάντα· ἀνάγκη γὰρ εἶναί τι τοιοῦτον. ληφθέντος δὲ τούτου δτη ἐπὶ τῶν κάτω ὁ αὐτὸς τρόπος· δεύτερον γάρ τὸ τῶν ἄλλων πρῶτον ἔσται, καὶ τρίτον τὸ τῶν ἐχομένων· ἀφαιρεθέντος γὰρ τοῦ ἄνωθεν τὸ ἐχόμενον τῶν ἄλλων πρῶτον ἔσται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. [97a35] ὅτι δʼ ἅπόντα ταῦτα, φανερὸν ἐκ τοῦ λαβεῖν τό τε πρῶτον κατά διαίρεσιν, ὅτι ἅπαν ἢ τόδε ἢ τόδε ζῷον, ὑπάρχει δὲ τόδε, καὶ πάλιν τούτου ὅλου τὴν διαφοράν, τοῦ δὲ τελευταίου μηκέτι εἶναι διαφοράν, ἢ καὶ εὐθὺς μετά τῆς τελευταίας διαφορᾶς τοῦ συνόλου μὴ διαφέρειν εἴδει ἔτι τοῦτο. [97b] δῆλον γὰρ ὅτι οὔτε πλεῖον πρόσκειται (πάντα γὰρ ἐν τῷ τί ἐστιν εῦληπται τούτων) οὔτε ἀπολείπει οὐδέν· ἢ γὰρ γένος ἢ διαφορὰ ἄν εἴη. γένος μὲν οὖν τό τε πρῶτον, καὶ μετὰ τῶν διαφορῶν τοῦτο προσλαμβανόμενον· αἱ διαφοραὶ δέ πᾶ [97b5] σαι ἔχονται· οὐ γὰρ ἔτι ἔστιν ὑστέρα· εἴδει γὰρ ἄν διέφερε τὸ τελευταῖον, τοῦτο δʼ εἴρηται μὴ διαφέρειν.
Ζητεῖν· δὲ δὲ ἐπιβλέποντα ἐπὶ τὰ ὅμοια καὶ ἀδιάφορα, πρῶτον τί ἅπόντα ταὐτὸν ἔχουσιν, εἶτα πάλιν ἐφʼ ἑτέροις, ἃ ἐν ταὐτῷ μὲν γένει ἐκείνοις, εἰσὶ δὲ αὑτοῖς μὲν ταὐτὰ τῷ εἴδει, ἐκείνων δʼ ἕτερα. ὅταν δʼ ἐπὶ τούτων ληφθῇ [97b10] τί πάντα ταὐτόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἐπὶ τῶν εἰλημμένων πάλιν σκοπεῖν εἰ ταὐτόν, ἕως ἄν εἰς ἕνα ἔλθῃ λόγον· οὗτος γὰρ ἔσται τοῦ πράγματος ὁρισμός. ἐὰν δὲ μὴ βαδιῇ εἰς ἕνα ἀλλ εἰς δύο ἢ πλείους, δῆλον ὅτι οὐκ ἄν εἴη ἕν τι εἶναι τὸ ητούμενον, ἀλλὰ πλείω. οἷον λέγω, εἰ τί [97b15] ἐστι μεγαλοψυχία ζητοῖμεν, σκετπτέον ἐπί τινων μεγαλοφύχων, οὓς ἴσμεν, τί ἔχουσιν ἕν πάντες ᾗ τοιοῦτοι. οἷον εἰ Ἀλκιβιάδης μεγαλόφυχος ἢ ὁ Ἀχιμλλεὺς καὶ ὁ Αἴας, τί ἓν ἄπαντες; τὸ μὴ ἀνέχεσθαι ὑβριόμενοι· ὁ μὲν γὰρ ἐπολέμησεν, ὁ δʼ ἐμήνισεν, ὁ δʼ ἀπέκτεινεν ἑαυτόν. πάλιν ἐφʼ [97b20] ἑτέρων, οἷον Λυσάνδρουυ ἢ Σωκράτους. εἰ δὴ τὸ ἀδιάφοροι εἶναι εὐτυχοῦντες καὶ ἀτυχοῦντες, ταῦτα δύο λαβὼν σκοπῶ τί τὸ αὐτὸ ἔχουσιν ἥ τε ἀπάθεια ἡ τπερὶ τὰς τύχας καὶ ἡ μὴ ὑπομονἡ ἀτιμαομένων. εἰ δὲ μηδέν, δύο εἴδη ἄν εἴη τῆς μεγαλοψυχίας. αἰεὶ δʼ ἐστί πᾶς ὅρος καθόλου· οὐ γάρ τινι ὀφθαλμῷ λέγει τὸ ὑγιεινὸν ὁ ἰατρός, ἀλλʼ ἢ παντὶ ἢ εἴδει ἀφορίσας. ῥᾷόν τε τὸ καθ’ ἕκαστον ὁρίσασθαι ἢ τὸ καθόλου, διὸδε ἀπὸ τῶν καθʼ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν· καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον ἐν τοῖς καθόλου ἢ ἐν [97b30] τοῖς ἀδιαφόροις. ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεῖ τό γε συλλελογίσθαι ὑπάρχειν, οὕτω καὶ ἐν τοῖς ὅροις τὸ σαφές. τοῦτο δʼ ἔσται, ἐὰν διὰ τῶν καθʼ ἕκαστον εἰλημμένων ἦ τὸ ἐν ἑκάστῳ γένει ὁρίζεσθαι χωρίς, οἶον τὸ ὅμοιον μὴ πᾶν ἀλλὰ τὸ ἐν χρώμασι καὶ σχήμασι, καὶ ὀξύ τὸ ἐν φωνῇ, καὶ [97b35] οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν, εὐλαβούμενον μὴ ὁμωνυμίᾳ ἐντιύχῃ. εἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς, δῆλον ὅτι οὐδʼ ὁρίζεσθαι οὔτε μεταφοραῖς οὔτε ὅσα λέγεται μεταφοραῖς· διαλέγεσθαι γὰρ ἀνάγκη ἔσται μεταφοραῖς.