Capítulo 27
[27.1] Διὰ τί, ἐὰν λίαν μακρὸν τὸ αὐτὸ βάρος, χαλεπώτερον φέρειν ἐπὶ τοῦ ὤμου, κἂν μέσον φέρῃ τις, ἢ ἐὰν ἔλαττον ᾖ; Πάλαι ἐλέχθη ὡς οὐκ ἔστιν αἴτιον ἢ σάλευσις· ἀλλ’ ἢ σάλευσις νῦν αἴτιόν ἐστιν. Ὄταν γὰρ ᾖ μακρότερον, τὰ ἄκρα σαλεύεται, ὥστε εἴη ἂν καὶ τὸν φέροντα χαλεπώτερον φέρειν μᾶλλον.
[27.2] Αἴτιον δὲ τοῦ σαλεύεσθαι μᾶλλον, ὅτι τῆς αὐτῆς κινήσεως οὔσης μεθίσταται τὰ ἄκρα, ὅσῳπερ ἂν μακρότερον τὸ ξύλον. Ὄ μὲν γὰρ ὦμος κέντρον, ἐφ’ οὖ τὸ Α (μένει γὰρ τοῦτο), αἱ δὲ Α Β καὶ Α Γ αἱ ἐκ τοῦ κέντρου. Ὄσῳ δ’ ἂν ᾖ μεῖζον τὸ ἐκ τοῦ κέντρου ἢ τὸ Α Β ἢ καὶ τὸ Α Γ, πλέον μεθίσταται μέγεθος. Δέδεικται δὲ τοῦτο πρότερον.