Capítulo 26
[26.1] Διὰ τί χαλεπώτερον τὰ μακρὰ ξύλαἀπ’ ἄκρου φέρειν ἐπὶ τῷ ὥμῳ ἢ κατὰ τὸ μέσον, ἴσου τοῦ βάρους ὄντος; Πότερον ὅτι σαλευομένου τοῦ ξύλου τὸ ἄκρον κωλύει φέρειν, μᾶλλον ἀντισπῶν τῇ σαλεύσει τὴν φοράν; Ἣ κἂν μηθὲν κάμπτηται μηδ’ ἔχῃ πολὺ μῆκος, ὅμως χαλεπώτερον φέρειν ἀπ’ ἄκρου; ἀλλ’ ὅτι καὶ ῥᾷον αἴρεται ἀπ’ ἄκρου ἢ ἐκ μέσου, διὰ τὸ αὐτὸ καὶ φέρειν οὕτω ῥᾴδιον.
[26.2] Αἴτιον δὲ ὅτι ἐκ μέσου μὲν αἰρόμενον ἀεὶ ἐπικουφίζει ἄλληλα τὰ ἄκρα, καὶ θάτερον μέρος τὸ ἐπὶθάτερον εὗ αἴρει. Ὤσπερ γὰρ κέντρον γίνεται τὸ μέσον, ᾖ ἔχει τὸ αἶρον ἢ φέρον. Εἰς τὸ ἄνω οὖν κουφίζεται ἑκάτερον τῶν ἄκρων εἰς τὸ κάτω ῥέπον.
[26.3] Ἀπὸ δὲ τοῦ ἄκρον αἰρόμενον ἢ φερόμενον οὐ ποιεῖ τοῦτο, ἀλλ’ ἅπαν τὸ βάρος ῥέπει ἐφ’ ἓν μέσον, εἰς ὅπερ αἴρεται ἢ φέρεται.Ἕστω μέσον ἐφ’ οὔ Α, ἄκρα Β Γ. Αἰρομένου οὖν ἢ φερομένου κατὰ τὸ Α, τὸ μὲν Β κάτω ῥέπον ἄνω αἴρει τὸ Γ, τὸ δὲ Γ κάτω ῥέπον τὸ Β ἄνω αἴρει· ἄμα δὲ αἰρομένα ἄνω ποιεῖ ταῦτα.