Capítulo 17
μετὰ δὲ ταῦτα σκεπτέον ἂν εἴη πῶς δεῖ φίλῳ χρῆσθαι. ἔστι δʼ οὐκ ἐν ἁπάσῃ φιλίᾳ ἡ ακέψις, ἀλλʼ ἐν μάλιστα ἐγκαλοῦσιν ἀλλήλοις οἱ φίλοι. οὐκ ἐγκαλοῦοι δὲ [1213b20] ἐν ταῖς ἄλλαις ὁμοίως, οἷον ἐν τῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν ἔγκλημα τοιοὕτον οἷον ἀξιοῦσιν ἐν ἐνίαες, ὥσπιρ ἐγὼ σοί, οὕτως καὶ σὺ ἐμοί, εἰ δὲ μή, ἐνταῦθα τὸ σφοδρὸν [174] [175] ἔγκλημα·
ἐν δὲ ἀνίσοις φίλοις οὐκ ἔστι τὸ ἴσον, ἔστι δὲ ἡ [1213b25] πααπτρὸς πρὸς υῖὸν φιλία ἐν ἀνίσῳ, ὁμοίως ἡ γυναικὸς πρὸς ἄνδρα ἢ οἰκέτου πρὸς δεσπότην, καὶ ὅλως δὲ χείρονος καὶ βελτίονος. οὐχ ἕξουσιν δὴ τὰ τοιαῦτα ἐγκλήμεπτα. ἀλλʼ ἐν τοῖς ἴσοις φίλοις καὶ ἐν τῇ 〈τοι〉αύτῃ φιλίᾳ τὸ τοιοῦτον ἔγκλημα. ὥστε σκεπτέον ἂν εἴη τὸ πῶς δεῖ χρῆσθαι φίλῳ [1213b30] ἐν τῇ ἐν ἴσοις φίλοις φιλίᾳ. **.
[176]