Capítulo 16
πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους; οὔτε δὴ πολλοὺς, ὡς ἁπλῶς εἰπεῖν, οὔτʼ ὀλίγους δεῖ [ἀεί]. πολλῶν μὲν γὰρ ὄντων ἔργον ἐφʼ ἕκαστον μερίσαι τὸ φιλεῖν. ἐφʼ [1213b5] ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.
ἐλλείπ των οὖν τῷ φιλεῖν [1213b10] διʼ ἀδυναμίαν καὶ ἐγκλήματʼ ἄν τις ἔχοι δικαίως, καὶ οὐκ ἂν εἴη φίλος, μὴ φιλῶν γε ἀλλʼ τῷ γε λόγῳ· ἧ δὲ φιλία οὐ τοῦτο βούλεται.
ἔτι ἂν ὦσιν πολλοί, οὐκ ἔστιν παύσασθπι λυπούμενον· πολλῶν γὰρ ὄντων εἰκὸς ἀεὶ περὶ ἕνα γέ τινα συμβαίνειν τι ἀτύχημα, ὧν γινομένων ἀναγκαῖον [1213b15] λυπεῖσθαι. οὔτʼ αὖ πάλιν ὀλίγους, ἕνα ἢ δύο, ἀλλὰ συμμέτρους τῷ καιρῷ καὶ τῇ αὐτοῦ ὁρμ πρὸς τὸ φιλεῖν.