Pular para o conteúdo

Ἠθικὰ μεγάλα

Aristóteles · Livro 2

Livro 2

Capítulo 1

[1198b20] μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα. ἔστιν δὲ ἡ [1198b25] ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν κατὰ νόμον. ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθʼ ἕκαστα [91] [92] ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παραχωρῶν, καὶ ταῦθʼ αἱρούμενος ἂ ὁ νομοθέτης ἐβούλετο μὲν [1198b30] τῷ καθʼ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής. οὐκ ἕστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ τῶν κτὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν.