Pular para o conteúdo

Ἠθικὰ μεγάλα

Aristóteles · Capítulo 34

Capítulo 34

ἐπειδὴ δʼ ὑπὲρ τῶν ἀρετῶν εἴρηται, καὶ τίνες εἰσὶν [1196b5] καὶ ἐν τίσιν καὶ περὶ ποῖα, καὶ περὶ ἑκάστης αὐτῶν, ὅτι εἰ πράττοιμεν κατὰ τὸν ὀρθὸν λόγον τὸ βέλτιστον, τὸ μὲν οὕτως εἰπεῖν, τὸ κατὰ τὸν ὀρθὸν λόγον πράττειν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις εἴπτοι ὅτι ὑγίεια ἄριστʼ ἂν μένοιτο, εἴ τις τὰ ὑγιεινὰ προσφέροιτο. τὸ δὴ τοιοῦτον ἀσαῳές· ἀλλʼ ἐρεῖ [1196b10] μοι, τὰ ποῖα διασάφησόν ἔστιν ὑγιεινά.

οὕτως καὶ ἐπὶ τοῦ λόγου, τί ἐστιν ὁ λόγος καὶ τίς ὁ ὀρθὸς λόγος;

[78][79]

ἀναγκαῖον ἴσως ἐστὶν πρῶτον μέν, ἐν ὁ λόγος ἐγγίνεται, ὑπὲρ τούτου διελέσθαι.

διωρίσθη μὲν οὖν ὑπὲρ ψυχῆς ὡς τύπῳ καὶ πρότερον, ὅτι τὸ μὲν αὐτῆς ἐστι λόγον ἔχον, τὸ δὲ ἄλογαν μόριον τῆς ψυχῆς· ἔστιν δʼ εἰς δύο τὴν διαίρεσιν ἔχον τὸ [1196b15] λόγον ἔχον μόριον τῆς ψυχῆς, ὧν ἐστι τὸ μὲν βουλευτικὸν τὸ δὲ ἐπιστημονικόν. ὅτι δὲ ἕτερα ἀλλήλων ἐστίν, ἐκ τῶν ὑποκειμένων ἂν γένοιτο φανερόν.

ὥσπερ γὰρ δὴ ἕτερά ἐστιν ἀλλήλων χρῶμά τε καὶ χυμὸς καὶ ψόφος καὶ ὀσμή, ὡσαύτως καὶ τὰς αἰσθήσεις ἑτέρας αὐτῶν ἡ φύσις [1196b20] ἀπέδωκεν (ψόφον μὲν γὰρ ἀκοῇ, χυμὸν δὲ γεύσει γνωρίζομεν, χρῶμα δὲ ὄψει), ὁμοίως δὲ καὶ τἄλλο τὸν αὐτὸν τρόπον δεῖ ὑπολαμβάνειν· ἐπεὶ δὴ ἕτερα τὰ ὑποκείμενα ἐστίν, ἕτερα καὶ τὰ τῆς ψυχῆς εἶναι μέρη οἷς ταῦτα γνωρίζομεν.

ἕτερον δʼ ἔτι τὸ νοητὸν καὶ τὸ αἰσθητόν· ταῦτα δὲ [1196b25] ψυχῇ γνωρίζομεν· ἕτερον ἄῥ ἂν εἴη τὸ μόριον τὸ περὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά. τὸ δὲ βουλευτικὸν καὶ προαιρετικὸν περὶ τὰ αἰσθητὰ καὶ ἐν κινήσει καὶ ἀπλῶς ὅσα ἐν γενέσει τε καὶ φθορᾷ ἐστίν.

βουλευόμεθα γὰρ ὑπὲρ τούτων ἃ ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι προελομένοις, περὶ ἅ ἐστιν [1196b30] καὶ] βουλὴ καὶ προαίρεσις τοῦ πρᾶξαι ἢ μὴ πρᾶξαι· ταῦτα δʼ ἐστιν αἰσθητὰ καὶ ἐν κινήσει τοῦ μεταβάλλειν· ὥστε τὸ προαιρετικὸν μόριον τῆς ψυχῆς κατὰ τὸν λόγον τῶν αἰσθητῶν ἐστίν.

τούτων δὴ διωρισμένων, μετὰ ταῦτα λεκτέον ἂν εἴη, [80] [81] [1196b35] ἐπειδὴ ὑπὲρ τἀληθοῦς ἐστιν ὁ λόγος καὶ τἀληθὲς ὡς ἔχει σκοπούμεθα, ἔστιν δʼ ἐπιστήμη φρόνησις νοῦς σοφία ὑπόληψις, περὶ τί δὴ ἕκαστον τούτων ἐστίν.

ἡ μὲν οὖν ἐπιστήμη ἐστὶ περὶ ἐπιστητόν, καὶ τοῦτο μετʼ ἀποδείξεως καὶ λόγου [1197a] διατεινόμενον, ἡ δὲ φρόνησις περὶ τὰ πρακτά, ἐν οἷς αἵρεσις καὶ φυγὴ καὶ ἐφʼ ἡμῖν ἐστιν πρᾶξαι καὶ μὴ πρᾶξαι.

ἔστιν δὴ τῶν ποιουμένων καὶ πραττομένων οὐ ταὐτὸ τὸ ποιητικὸν καὶ πρακτικόν. τῶν μὲν γὰρ ποιητικῶν ἐστί τι [1197a5] παρὰ τὴν ποίησιν ἄλλο τέλος, οἷον παρὰ τὴν οἰκοδομικήν, ἐπειδή ἐστιν ποιητικὴ σἰκίας, οἰκία αὐτῆς τὸ τέλος παρὰ τὴν ποίησιν, ὁμοίως ἐπὶ τεκτονικῆς καὶ τῶν ἄλλων τῶν ποιητικῶν·

ἐπὶ δὲ τῶν πρακτικῶν οὐκ ἔστιν ἄλλο οὐθὲν τέλος παῥ αὐτὴν τὴν πρᾶξιν, οἷον παρὰ τὸ κιθαρίζειν οὐκ ἔστιν ἄλλο [1197a10] τέλος οὐθέν, ἀλλʼ αὐτὸ τοῦτο τέλος, ἡ ἐνέργεια καὶ ἡ πρᾶξις. περὶ μὲν οὖν τὴν πρᾶξιν καὶ τὰ πρακτὰ ἡ φρόνησις, περὶ δὲ τὴν ποίησιν καὶ τὰ ποιητὰ ἡ τέχνη· ἐν γὰρ τοῖς ποιητοῖς μᾶλλον ἢ ἐν τοῖς πρακτοῖς ἐστι τὸ τεχνάζειν.

ὥστε ἡ φρόνησις ἂν εἴη ἕξις τις προαιρετικὴ καὶ πρακτικὴ τῶν [1197a15] ἐφʼ ἡμῖν ὄντων καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, ὅσα εἰς τὸ συμφέρον ἤδη συντείνει.

ἔστιν δʼ ἡ φρόνησις ἀρετή, ὡς δόξειεν ἄν, οὐκ ἐπιστήμη. ἐπαινετοὶ γάρ εἰσιν οί φρόνιμοι, ὁ δʼ ἔπαινος ἀρετῆς· ἔτι δʼ ἐπιστήμης μὲν πάσης ἀρετὴ ἐστίν, φρονήσεως δὲ ἀρετὴ οὐκ ἔστιν, ἀλλʼ ὡς ἔοικεν, αὐτό τί ἐστιν [82] [83] ἀρετή. ὁ δὲ νοῦς ἐστι περὶ τὰς ἀρχὰς τῶν νοητῶν καὶ τῶν [1197a20] ντων· ἡ μὲν γὰρ ἐπιστήμη τῶν μετʼ ἀποδείξεως ὄντων ἐστίν, αἱ δʼ ἀρχαὶ ἀναπόδεικτοι, ὥστʼ οὐκ ἂν εἴη περὶ τὰς ἀρχὰς ἡ ἐπιστήμη, ἀλλʼ ὁ νοῦς.

ἡ δὲ σοφία ἐστὶν ἐξ ἐπιστήμης καὶ νσῦ συγκειμένη. ἔστιν γὰρ ἡ σοφία καὶ περὶ τὰς ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν ἤδη δεικνύμενα, περὶ ἂ ἡ [1197a25] ἐπιστήμη· μὲν οὖν περὶ τὰς ἀρχάς, τοῦ νοῦ αὐτὴ μετέχει, ῇ δὲ περὶ τὰ μετὰ τὰς ἀρχὰς μετ᾿ ἀποδείξεως ὄντα, τῆς ἐπιστήμης μετέχει· ὥστε δῆλον ὅτι ἡ σοφία ἐστὶν ἔκ τε νοῦ καὶ ἐπισπτήμης συγκειμένη, ὥστʼ εἴη ἂν περὶ ταὐτά, περὶ ἃ καὶ ὁ νοῦς καὶ ἡ ἐπιστήμη.

ἡ δὲ ὑπόληψίς ἐστιν, ὑπὲρ ἀπάντων [1197a30] ἐπαμφοτερίζομεν, πρὸς τὸ καὶ εἶναι ταῦτα οὕτω καὶ μὴ εἶναι.

πότερον δʼ ἐστὶν ἡ φρόνησις καὶ ἡ σοφία ταὐτόν; ἢ οὔ; ἡ μὲν γὰρ σοφία ἐστὶν περὶ τὰ μετʼ ἀποδείξεως καὶ ἀεὶ ὡσαύτως ὄντα, ἡ δὲ φρόνησις οὐ περὶ ταῦτα, ἀλλὰ περὶ τὰ ἐν μεταβολ ὄντα. λέγω δὲ οἷον εὐθὺ μὲν ἢ [1197a35] καμπύλον καὶ κοῖλον καὶ τὰ τοιαῦτώ ἐστιν ἀεὶ τοιαῦτα, τὰ δὲ συμφέροντα οὐκέτι οὕτως ἔχουσιν τὸ μὴ εἰς ἄλλο τι μεταβάλλειν, ἀλλὰ μεταβάλλουσιν, καὶ νῦν μὲν συμφέρει τοῦτο, αὔριον δʼ οὔ, καὶ τῷ μέν, τῷ δʼ οὔ, καὶ οὕτω μὲν συμφέρει, ἐκείνως δὲ οὐ συμφέρει. περὶ δὲ τὰ συμφέροντά ἐστιν ἡ 1197b φρόνησις, ἡ δὲ σοφία οὔ. ἕτερον ἄρα ἡ σοφία καὶ ἡ φρόνησις.

πότερον δʼ ἐστὶν ἡ σοφία ἀρετὴ ἢ οὔ; διὰ τοῦτο δῆλον ἂν γένοιτο, ὅτι ἐπτὶν ἀρετή, ἐξ αὐτῆς τῆς φρονήσεως. [84] [85] [1197b5] εἰ γὰρ ἡ φρόνησις ἀρετὴ ἐστίν, ὡς φαμέν, τοῦ μαρίου τοῦ ἑτέρου τῶν λόγον ἐχόντων, ἔστιν δὲ χείρων ἡ φρόνησις τῆς σοφίας (περὶ χείρω γὰρ ἐστίν· ἡ μὲν γὰρ σοφία περὶ τὸ ἀίδιον καὶ τὸ θεῖον, ὡς φαμέν, ἡ δὲ φρόνησις περὶ τὸ συμφέρον ἀνθρώπῳ), εἰ οὖντὸ χεῖρον ἀρετὴ ἐστί, τό γε βέλτιον εἰκός [1197b10] ἐστιν ἀρετὴν εἶναι, ὥστε δῆλον ὅτι ἡ σοφία ἀρετὴ ἐστίν.

καὶ ἡ φρόνησις, περὶ τὰ πρακτά. ὁ γὰρ συνετός που λέγεται τῷ δυνατὸς βουλεύεσθαι 〈εἶναι〉 καὶ ἐν τῷ ὀρθῶς τι κρῖναι καὶ ἰδεῖν· περὶ μικρῶν δὲ καὶ ἐν μικροῖς ἡ κρίσις [1197b15] αὐτοῦ. ἔστιν οὖν ἡ σύνεσις καὶ ὁ συνετὸς μέρος τι φρονήσεως καὶ τοῦ φρονίμου, καὶ οὐκ ἄνευ τούτων· οὐ γὰρ ἂν χωρίσαις τὸν συνετὸν τοῦ φρονίμου.

γὰρ δεινότης καὶ ὁ δεινὸς οὐκ ἔστι μὲν οὔτε φρόνησις οὔτε [1197b20] φρόνιμος, ὁ μέντοι φρόνιμος δεινός, διὸ καὶ συνεργεῖ πως τῇ φρονήσει ἡ δεινότης·

ἀλλὰ δεινὸς μὲν καὶ ὁ φαῦλος λέγεται, οἷον Μέντωρ δεινὸς μὲν ἐδόκει εἶναι, ἀλλʼ οὐ φρόνιμος ἦν. τοῦ γὰρ φρονίμου καὶ τῆς 'φρονήσεώς ἐστι τὸ τῶν βελτίστων ἐφίεσθαι καὶ τούτων προαιρετικὸν εἶναι καὶ πρακτικὸν ἀεί, τῆς δὲ [1197b25] δεινότητος καὶ τοῦ δεινοῦ σκέψασθαι ἐκ τίνων ἂν ἕκαστον γένοιτο τῶν πρακτῶν, καὶ τὸ ταῦτα πορίσαι.

δόξειεν ἂν οὖν εἶναι ὁ δεινὸς ἐν τοῖς τοιούτοις τε καὶ περὶ ταῦτα·

ἀπορήσειε δʼ ἄν τις καὶ θαυμάσειε, διὰ τί ὑπὲρ ἠθῶν λέγοντες καὶ πολιτικῆς τινος πραγματείας ὑπὲρ σοφίας [1197b30] λέγομεν. ὅτι ἴσως γὲ πρῶτον μὲν οὐδʼ ἀλλοτρία δόξειεν ἂν εἶναι ἡ [86] [87] σκέψις ἡ ὑπὲρ αὐτῆς, εἴπερ ἐστὶν ἀρετή, ὡς φαμέν. ἔτι δʼ ἴσως ἐστὶν φιλοσόφου καὶ περὶ τούτων παρεπισκοπεῖν ὅσα ἐν τῷ αὐτῷ τυγχάνουσιν ὄντα.

καὶ ἀναγκαῖον δέ, ἐπεὶ περὶ τῶν ἐν ψυχῇ λέγομεν, περὶ ἀπάντων λέγειν· ἔστι δὲ καὶ ἡ σοφία ἐν ψυχῇ· ὥστε οὐκ ἀλλοτρίως ὑπὲρ ∗∗ψυχῆς ποιούμεθα τοὺς λόγους.

[1197b35] ὥσπερ δʼ ἔχει ἡ δεινότης πρὸς φρόνησιν, οὕτως δόξειεν ἂν ἔχειν ἐπὶ τῶν ἀρετῶν ἀπασῶν. λέγω δὲ οἷον εἰσὶν ἀρεταὶ καὶ φύσει ἐν ἑκάστοις ἐγγινόμεναι, οἷον ὁρμαί τινες ἐν ἑκάστῳ ἄνευ λόγου πρὸς τὰ ἀνδρεῖα καὶ τὰ δίκαια καὶ καθʼ ἑκάστην πρὸς τὰ τοιαῦτα·

εἰσὶ δὲ δὴ καὶ ἔθει καὶ [1198a] προαιρέσει. αἱ δὲ δὴ μετὰ λόγου οὖσαι τελέως ἀρεταί εἰσιν ἐπαινεταὶ ἐπιγινόμεναι. ἔστιν οὖν ἡ φυσικὴ ἀρετὴ αὕτη ἡ ἄνευ λόγου χωριζομένη μὲν τοῦ λόγου μικρὰ καὶ ἀπολειπομένη τοῦ ἐπαινεῖσθαι, πρὸς δὲ τὸν λόγον καὶ [1198a5] τὴν προαίρεσιν προστιθεμένη τελείαν ποιεῖ τὴν ἀρετήν. διὸ καὶ συνεργεῖ τῷ λόγῳ καὶ οὐκ ἔστιν ἄνευ τοῦ λόγου ἡ φυσικὴ ὁρμὴ πρὸς ἀρετήν.

οὐδʼ αὖ ὁ λόγος καὶ ἡ προαίρεσις οὐ πάνυ τελειοῦται τῷ εἶναι ἀρετὴ ἄνευ τῆς φυσικῆς ὁρμῆς. διὸ οὐκ ὀρθῶς Σωκράτης ἔλεγεν, φάσκων εἶναι τὴν ἀρετὴν [1198a10] λόγον· οὐδὲν γὰρ ὄφελος εἶναι πράττειν τὰ ἀνδρεῖα καὶ τὰ δίκαια, μὴ εἰδότα καὶ προαιρούμενον τῷ λόγῳ. διὸ τὴν ἀρετὴν ἔφη λόγον εἶναι, οὐκ ὀρθῶς, ἀλλʼ οἱ νῶν βέλτιον· τὸ γὰρ κατὰ τὸν ὀρθὸν λόγον πράττειν τὰ καλὰ, τοῦτό φασιν εἶναι ἀρετήν·

ἀρθῶς μὲν οὐδʼ οὗτοι. πράξαι μὲν γὰρ ἄν τις [1198a15] [88] [89] τὰ δίκαια προαιρέσει μὲν οὐδεμιᾷ, οὐδὲ γνώσει τῶν καλῶν, ἀλλʼ ὁρμῆ τινι ἀλόγῳ, ὀρθῶς δὲ ταῦτα καὶ κατὰ τὸν ὀρθὸν λόγον (λέγω δέ, ὡς ἂν ὁ λόγος ὁ ὀρθὸς κελεύσειεν, οὕτως ἔπραξεν)· ἀλλ᾿ ὅμως ἡ τοιαύτη πρᾶξις οὐκ ἔχει τὸ ἐπαινετόν. ἀλλὰ [1198a20] βέλτιον, ὡς ἡμεῖς ἀφορίζομεν, τὸ μετὰ λόγου εἶναι τὴν ὁρμὴν πρὸς τὸ καλόν· τὸ γὰρ τοιοῦτον καὶ ἀρετὴ καὶ ἐπαινετόν.

πότερον δ᾽ ἐστὶν ἡ φρόνησις ἀρετὴ ἢ οὔ, ἀπορήσειεν ἄντις. οὐ μὴν ἀλλʼ ἐντεῦθεν ἂν γένοιτο δῆλον ὅτι ἀρετή. εἴπερ γὰρ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία κε αἱ ἄλλαι [1198a25] ἀρεταί, διότι τῶν καλῶν πρακτικαί, καὶ ἐπαινεταὶ εἰσίν, δῆλον ὡς καὶ ἡ φρόνησις τῶν ἐπαινετῶν ἄν τι εἴη καὶ τῶν ἐν ἀρετῆς τάξει ὄντων. ἐφʼ ἃ γὰρ ἡ ἀνδρεία ὁρμᾷ πράττειν, ἐπὶ ταῦτα καὶ ἡ φρόνησις. τὸ γὰρ ὅλον ὡς ἂν αὕτη προστάττῃ, οὕτω καὶ ἡ ἀνδρεία πράττει, ὥστε εἰ [1198a30] αὐτὴ ἐπαινετὴ τῷ ποιεῖν ἃ ἂν ἡ φρόνησις προστάττῃ, ἥ γε φρόνησις τελείως ἂν εἴη καὶ ἐπαινετὴ καὶ ἀρετῶ.

πότερον δ᾽ ἐστὶν ἡ φρόνησις πρακτικὴ ἢ οὔ, ἴδοι ἄν τις ἐντεῦθεν, ἐπὶ τὰς ἐπιστήμας ἐπιβλέψας, οἷον ἐπὶ τὴν οἰκοδομικήν. ἔστιν γάρ, ὡς φαμέν, ἐν οἰκοδομικᾖ ὃ μὲν [1198a35] ἀρχιπέκτων τις καλούμενος, ὃ δὲ ὑπηρετῶν τούτῳ οἰκοδόμος· οὗτος δʼ ἐστὶν ποιητικὸς οἰκίας. ἐστὶν δὲ καὶ ὁ ἀρχιτέκτων, καθὸ οὗτος ἐποίει οἰκίαν, ποιητικὸς οἰκίας. ὁμοίως δὲ ἐπὶ τῶν ἄλλων τῶν ποιητικῶν ἔχει, ἐν αἷς ἔστιν ἀρχιτέκτων [1198b] καὶ ὑπηρέτης τούτου. ποιητικὸς ἄρα τινὸς καὶ ὁ ἀρχιτέτων [90] ἔσται, καὶ τοῦ αὐτοῦ τούτου 〈οὗ〉 ποιητικὸς καὶ ὁ ὑπηρετικός.

εἰ τοίνυν ὁμοίως καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει, ὅπερ εἰκὸς καὶ εὔλογον, καὶ ἡ φρόνησις ἂν εἴη πρακτική. αἱ γὰρ ἀρεταὶ πᾶσαι πρακτικαὶ εἰσίν, ἡ δὲ φρόνησις ὥσπερ ἀρχιτέκτων τις αὐτῶν ἐστίν· ὅπως γὰρ αὕτη προστάξει, οὕτως αἱ ἀρεταὶ καὶ οἳ κατʼ αὐτὰς πράττουσιν· ἐπεὶ οὖν αἱ ἀρεταὶ πρακτικαί, καὶ ἡ φρόνησις πρακτικὴ ἂν εἴη.

πότερον δὲ αὕτη πάντων ἄρχει τῶν ἐν τῇ ψυχῇ, ὥσπερ δοκεῖ καὶ ἀπορεῖται; ἢ οὔ; τῶν γὰρ βελτιόνων οὐκ ἂν δόξειεν, [1198b10] οἷον τῆς σοφίας οὐκ ἄρχει. ἀλλά, φησίν, αὕτη ἐπιμελεῖται πάντων, καὶ κυρία ἐστὶ προστάττουσα.

ἀλλʼ ἴσως ἔχει ὥσπερ ἐν οἰκίᾳ ὁ ἐπίτροπος. οὗτος γὰρ πάντων κύριος καὶ πάντα διοικεῖ ἀλλʼ οὔπω οὗτος ἄρχει πάντων, ἀλλὰ παρασκευάζει τῷ δεσπότῃ σχολήν, ὅπως ἂν ἐκεῖνος μὴ κωλυόμενος ὑπὸ τῶν [1198b15] ἀναγκαίων ἐκκλείηται τοῦ τῶν καλῶν τι καὶ προσηκόντων πράττειν.

οὕτω καὶ ὁμοίως τούτῳ ἡ φρόνησις ὥσπερ ἐπίτροπός τίς ἐστι τῆς σοφίας, καὶ παρασκευάζει ταύτῃ σχολὴν καὶ τὸ ποιεῖν τὸ αὐτῆς ἔργον, κατέχουσα τὰ πάθη καὶ ταῦτα σωφρονίζουσα.