Capítulo 26
μεγαλοπρέπεια δʼ ἐστὶν μεσότης σαλακωνείας καὶ μικροπρεπείας. ἔστιν δʼ ἡ μεγαλοπρέπεια περὶ δαπάνας ἂς [1192b] τῷ πρέποντι γίνεσθαι προσήκει. ὅστις μὲν οὖν δανανᾷ οὗ μὴ δεῖ, σαλάκων, οἷον εἴ τις ἑστιᾷ ἐρανιστὰς ὡς ἂν γάμους τις ἑστιῶν, ὁ τοιοῦτος σαλάκων (ὁ γὰρ σαλάκων τοιοῦτός ἐστιν, ὁ ἐν ᾧ μὴ δεῖ καιρῷ ἐνδεικνύμενος τὴν ἑαυτοῦ [1192b5] εὐπορίαν)·
ὁ δὲ μικροπρεπὴς ὁ ἐναντίος τούτῳ, ὃς οὗ δεῖ μὴ μεγαλείως δαπανήσει, ἢ τοῦτο μὴ ποιῶν, οἷον εἰς γάμους ἢ χορηγίαν δαπανῶν, μὴ ἀξίως ἀλλʼ ἐνδεῶς, ὁ τοιοῦτος μικροπρεπής.
ἡ δὲ μεγαλοπτρέπεια καὶ ἀπὸ τοῦ ὀνόματος φανερά ἐστιν οὖσα τοιαύτη οἵαν λέγομεν· ἐπεὶ γὰρ ἐν τῷ [1192b10] καιρῷ τῷ πρέποντι τὸ μέγα δαπανᾷ, ὀρθῶς τῇ μεγαλοπρεπείᾳ τοὔνομα κεῖται. ἡ μεγαλοπρέπεια ἄρα ἂν εἴη, ἐπειδή ἐστιν ἐπαινετή, μεσότης τις ἐλλείψεως καὶ ὑπερβολῆς τῆς περὶ δαπάνας τὰς προσηκούσας, ἐν οἷς δεῖ εἰσὶ δέ, ὡς οἴονται, καὶ πλείους μεγαλοπρέπειαι, οἷόν φασι [1192b15] μεγαλοπρεπῶς τʼ ἐβάδισε, καὶ ἄλλαι δὴ τοιαῦται [58] [59] μεγαλοπρέπειαι μεταφοραῖς λέγονται, οὐ κυρίως· οὐ γάρ ἐστιν ἐν τούτοις μεγαλοπρέπεια, ἀλλʼ ἐν οἷς εἰρήκαμεν..