Pular para o conteúdo

Ἠθικὰ μεγάλα

Aristóteles · Capítulo 25

Capítulo 25

[1192a20] ἡ δὲ μεγαλοψυχία μεσότης μέν ἐστιν χαυνότητος καὶ μικροψυχίας, ἔστι δὲ περὶ τιμὴν καὶ ἀτιμίαν, καὶ περὶ τιμὴν οὐ τὴν παρὰ τῶν πολλῶν ἀλλὰ τὴν παρὰ τῶν σπουδαίων, καὶ μᾶλλον δὲ δὴ περὶ ταύτην. οἱ γὰρ σπουδαῖοι εἰδότες καὶ κρίνοντες ὀρθῶς τιμήσουσιν· βουλήσεται οὖν [1192a25] μᾶλλον ὑπὸ τῶν συνειδότων αὑτῷ ὅτι ἄξιός ἐστι τιμῆς τιμᾶσθαι. οὐδὲ γὰρ περὶ πᾶσαν τιμὴν ἔσται, ἀλλὰ περὶ τὴν βελτίστην, καὶ τὸ τίμιον ἀγαθὸν καὶ ἀρχῆς τάξιν ἔχον.

οἱ μὲν οὖν εὐκαταφρόνητοι ὄντες καὶ φαῦλοι, μεγάλων δʼ αὑτοὺς ἀξιοῦντες καὶ πρὸς τούτοις τιμᾶσθαι οἰόμενοι δεῖν, [1192a30] χαῦνοι· ὅσοι δὲ ἐλαττόνων αὑτοὺς ἀξιοῦσιν ἢ προσῆκον αὐτοῖς, μικρόψυχοι.

ὁ ἄρα μέσος τούτων ἐστὶν ὃς μήτε [56] [57] ἐλάττονος τιμῆς αὑτὸν ἀξιοῖ ἢ προσήκει, μήτε μείζονος ἢ ἄξος ἐστίν, μήτε πάσης· οὗτος δʼ ἐστὶν ὁ μεγαλάψυχφοςι ὥστε δῆλον ὅτι ἡ μεγαλοψυχία μεσότης ἐστὶ χαυνότητος καὶ μικροψυχίας.