Aphorismo 34 (3a33)
Grego
[3a33] Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ᾿ αὐτῶν λέγεσθαι. Πᾶσαι γὰρ αἱ ἀπ᾿ αὐτῶν [3a35] κατηγορίαι ἤτοι κατὰ τῶν ἀτόμων κατηγοροῦνται ἢ κατὰ τῶν εἰδῶν. Ἀπὸ μὲν γὰρ τῆς πρώτης οὐσίας οὐδεμία ἐστὶ κατηγορία· κατ᾿ οὐδενὸς γὰρ ὑποκειμένου λέγεται· τῶν δὲ δευτέρων οὐσιῶν τὸ μὲν εἶδος κατὰ τοῦ ἀτόμου κατηγορεῖται, τὸ δὲ γένος καὶ. κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. [3b] Ὡσαύτως δὲ καὶ αἱ διαφοραὶ κατὰ τῶν εἰδῶν καὶ κατὰ τῶν ἀτόμων κατηγοροῦνται. Καὶ τὸν λόγον δὲ ἐπιδέχονται αἱ πρῶται οὐσίαι τὸν τῶν εἰδῶν καὶ τὸν τῶν γενῶν, καὶ τὸ εἶδος δὲ τὸν τοῦ γένους· ὅσα γὰρ κατὰ τοῦ κατηγορουμένου [3b5] λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. Ὡςαύτως δὲ καὶ τὸν τῶν διαφορῶν λόγον ἐπιδέχεται τὰ εἴδη καὶ τὰ ἄτομα. Συνώνυμα δέ γε ἦν ὦν καὶ τοὔνομα κοινὸν καὶ ὁ λόγος ὁ αὐτός, ὥστε πάντα τὰ ἀπὸ τῶν οὐσιῶν καὶ τὰ ἀπὸ τῶν διαφορῶν συνωνύμως λέγεται.
Português
[34] [3a33] Verifica-se pois tanto nas essencias, como nas differenças, que todas as outras coizas derivão dellas os seus nomes de huma maneira univoca [e30].