Livro 99
p. 96 b36 Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος.
Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις, καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφειλόντων ἐν τῷ ὁρισμῷ παραληφρθῆναί τε καὶ τεθῆναι χρήσιμον εἶναι τὴν διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς ⟨εἰ⟩ γίνεται ἡ διαί|ρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ καὶ προσεχεῖς τῷ [91] διαιρουμένῳ γένει διαφοραὶ ἐἰς ἃς πᾶν τὸ ὑπὸ τὸ διαιρούμενον γένος [92] [584.1] ἐμπίπτει· εἰ γὰρ μὴ αἱ προσεχεῖς αὐτῷ λαμβάνοιντο διαφοραί, πολλὰ ἂν [93] παραλείποιτο. ἔδειξε δέ, τίνες οἰκεῖαι καὶ προσεχεῖς διαφοραὶ καὶ τίνες οὐκ οἰκεῖαι, δι' ἃς καὶ παραλείπεταί τινα, διὰ τοῦ παραδείγματος.