Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 100

Livro 100

p. 97 a2 Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν [584.5] καὶ τῶν ὑπ' αὐτό, οἷον ὅρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, εἰς ἣν πᾶς πᾶς ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν ὅτι οὐδὲν παραλέλειπται.

Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνημόνευσεν, ἢ ἔζω τὰ ἕτερα καὶ κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας. ἢ τῶν ἔξω καὶ τῶν ὑφ' αὑτά ἀντὶ τοῦ ‘τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ κεχωρισμένων'· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς.