Livro 74
[572.10] p. 95 a3 Εν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει.
Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς Ι γινομένοις φύσει. τῶν δ' ἀπὸ διανοίας [64] ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δ' αὐτόματον, ἤτοι τὸ ἀπὸ τύχης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δ' οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ.