Pular para o conteúdo

Anonymi in Analyticorum Posteriorum librum alterum commentarium

Anônimo · Livro 73

Livro 73

p. 94 b37 Η μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρα την ορμην.

[572.5] Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά ⟨του⟩ ἠ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι.